Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1285
Not analysed yet
1285 οὐ δραπέτην τὸν κλῆρον: οὐδὲν πανουργήσας περὶ τὸν κλῆρον ἀλλʼ εὐξάμενος λαχεῖν αὐτόν· τοῦτο δὲ ἱστορεῖται περὶ Κρεσφόντου καὶ τῶν Ἀριστοδήμου παίδων ὅτι πανούργως ὁ Κρεσφόντης. βῶλον ὑγρὰν εἰς τὴν ὑδρίαν τοῦ ὕδατος ἔβαλε κληρουμένων περὶ Μεσσήνης· οὐκ ἄτοπον δὲ τὸν Τεῦκρον λοιδορεῖν Ἀγαμέμνονι ὑπὸ τοῦ πάθους προαγόμενον· καὶ γὰρ Ἀχιλλεὺς οὐκ ἀπέσχετο λοιδορίας καὶ οὐκ ὤ ἐν τοιούτῳ πάθει. ἀνῆκται τοῖς χρόνοις ἡ ἱστορία ἡ περὶ Κρεδφόντου.