Ancient Greek · ~2 min
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 144
Not analysed yet
144 τὸ γὰρ νεάζον ἐν τοιοῖσδε: ἡ γὰρ νέα ἡλικία ἐν τοῖς τόποις τῆς ἀμεριμνίας βόσκεται· τὸ δʼ αὐτοῦ τινες ψιλοῦσιν καὶ νοοῦσιν αὐτόθι, ἔνιοι δὲ δασύνουσιν ἀντὶ τοῦ ἑαυτοῦ, τοῖς ἰδίοις ἑαυτοῦ τόποις ἀμερίμνως βόσκεται τὸ νεάζον καὶ οὔτε καύματι φθείρεται οὔτε ὑετῷ οὔτε ἀνέμων σφοδρότητι ἀλλὰ ταῖς ἡδοναῖς εἰς ὕψος εὐθυμίας αἴρεται· ἕως τις γαμηθῇ οὐδέν, φησί, ταράττει τὴν νέαν ἡλικίαν ἀλλʼ ὡς τεῖχος ἀρραγὲς οὐ φθείρεται ὑπό τινος οὕτως οὐδὲ ἡ νεότης ἐστηριγμένη ὑπὸ ἀμεριμνίας τῶν ἐν τῷ βίῳ κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.