Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 245
Not analysed yet
245 ὥρα τινʼ ἤδη τοι κρᾶτα: ὥρα τινὰ ἀντὶ τοῦ ἕκαστον ἡμῶν προελκυσάμενον τὴν ἐσθῆτα, τοῖς καλύμμασι τὴν κεφαλὴν κρυψάμενον· ὁρῶν δὲ ὁ χορὸς ὅτι ἐν μεγίστῳ κακῷ ἐστιν Αἴας τὸ μὲν κατὰ τὴν νόσον τὸ δὲ κατὰ τὴν ἀπειλὴν τῶν βασιλέων διαπορεῖται τί πρακτέον αὐτῷ, πότερον ἐγκαλυψαμένους φεύγειν ὅποι ποτʼ οὖν ἢ ἀποπλεῖν ἐπιβάντας ἐπὶ τῶν νεῶν· καὶ οὐκ ἔστι μὲν μικρὸν τὸ ἐάσαντας τὸν προστάτην ἀπαλλαγῆναι ἀλλὰ σημαίνουσι διὰ τούτων ἔστιν ὅτε τὰ ἐν ποσὶ δεινά· εἰώθασι γὰρ οἱ ἀποροῦντες ἐξ ἀρχῆς τοιαῦτα προφέρεσθαι.