Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 354
Not analysed yet
354 οἴμ᾿ ὡς ἔοικας: ὁ χορός ἐστιν ὁ λέγων· οὐ γὰρ εὐπρεπὲς τὴν Τέκμησσαν τὸν λόγον ὑφαρπάζειν λεγόμενον πρὸς τὸν Αἴαντα· ἐν ταῖς γὰρ ἀμφιβολίαις τῶν προσώπων δεῖ τοῦ ἤθους στοχάζεσθαι καὶ διαστέλλειν τὸ πρόσωπον· ἔοικεν οὖν, φησίν, ὅτι ἐν μεγάλῳ χειμῶνι γέγονας· τὸ γὰρ ἀφροντίστως οἷον διὰ τὸ μηδένα ἐπιμεληθῆναί σου · ἢ οὕτω πρὸς τὴν Τέκμησσαν ὁ λόγος, νομίζω σε ἀληθῆ μοι μεμαρτυρηκέναι περὶ τῆς μανίας Αἴαντος· οὕτω γὰρ τὸ πρᾶγμα δείκνυσιν ἡμῖν ὅτι μανικῶς διετέθη.