Ancient Greek · ~8 min
857 to 892
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 857-892
Not analysed yet
857 ἀντὶ τοῦ θοῶς· τινὲς δὲ τὴν ταχέως νυμφευθεῖσαν. 858 ἐν ὕψει κειμένης. 859 νόμῳ πολέμου. 860 ἁ δʼ ἀμφίπολος Κύπρις. ὁ νοῦς, ἡ δὲ Κύπρις ἦν ἄρα φανερῶς ἡ πάντων τούτων ἐργάτις εἰς ἔρωτα Ἰόλης βαλοῦσα τὸν Ηρακλέα. ἡ ὑπηρετησαμένη τῷ Ἡρακλεῖ πρὸς τὸν ἔρωτα. 861 πρακτική. 862 πότερον ἐγὼ μάταιος: ὁ χορὸς τῆς τροφοῦ ἀκούων θρηνούσης ἐπὶ τῇ ἀναιρέσει τῆς Δηιανείρας φησὶ τοῦτο, ἆρα ἀναίσθητός εἰμι ἢ κατακούω θρήνου τινός; 866 οὐκ ἄσημον ἀλλὰ δυστυχῆ: οὐ μικρὸν ἀλλὰ μέγαν καὶ ἐξάκουστον· τοῦτο δὲ ὡς ᾐσθημένη μείζονος βοῆς. 867 καί τι καινίζει ἔοικέ τι νεώτερον ἔχειν ὁ οἶκος. 868 ξύνες δέ: ἀντὶ τοῦ τῆσδε ἄκουσον· παρὰ τὸ ἔθος γὰρ κατεστυγνακυῖα πρόσεισιυ. ἀλλήλαις παρακελεύονται αἱ ἀπὸ τοῦ χοροῦ. 872 τὸ τὸ πεμφθέν, λέγει δὲ τὸν χιτῶνα. 874 βέβηκε Δηιάνειρα: βέβηκε, φησίν, ἡ Δηιάνειρα εἰς Μίδου οὐ τοῖς ποσὶ βεβηκυῖα· τὸ γὰρ σῶμα οὐκ ἄπεισιν εἰς Ἅιδου. 876 οὐ δήποθ᾿ ὡς θανοῦσα; :κατʼ ἐρώτησιν, οὐχὶ ὡς θανοῦσα βέβηκεν; θανοῦσα δὲ ἐπεὶ καὶ ζῶντά ἐστί που πορευθῆναι. 879 σχετλιώτατα: σχετλιώτατα ἦλθε πρὸς τὴν ἀναίρεσιν τουτέστιν ὡς ἄν τις ἰδὼν ἢ ἀκούσας σχετλιάσειενω τὴν πρᾶξιν. εἰπὲ τῷ μόρῳ τίνι θανάτῳ συνέπεσεν ἀντὶ τίνι τρόπῳ ἐτελεύτησεν; 881 αὐτὴν αὐτὴ ἑαυτὴν ἀφανῆ ἀπὸ τοῦ βίου ἐποίησεν. 882 τίς θυμὸς ἢ τίνες νόσοι: τίνι θυμῷ χρησαμένη ἑαυτὴν ἀνεῖλεν ἢ τίς νόσος, φησίν, ἀνεῖλε τὴν Δηιάνειραν; ἀντὶ τίνα θυμὸν εἶχεν τότε; τίς θυμὸς συνεῖλεν; 883 τάνδʼ αἰχμὰν βέλεος. περιφραστικῶς τὸ βέλος· βέλος δὲ εἶπεν τὴν Δηιάνειραν ὅτι τρόπον βέλους ἀνεῖλεν ἑαυτήν· ἢ ἥτις ὡς βέλος ἰοβόλον μέγα κακὸν προσετρίψατο τῷ Ἡρακλεῖ. 885 πρὸς θανάτῳ τὸν ἑαυτῆς πρὸς τῷ Ἡρακλέους. 888 ἐπεῖδες, ματαία: τεθέασαι τὴν ἐκείνης τόλμαν; ἐκαρτέρησας ἰδεῖν τὴν ὠμότητα; οὕτως γὰρ εἶπεν τὴν ὕβριν· καὶ νῦν δὲ τὸ ματαία κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ὦ μελέα· καὶ Ὄμηρος γὰρ τὸ μάταιον μέλεον καλεῖ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος. 891 ταῦτα τῇ χειρὶ ἑαυτῆς διεπράξατο. 892 τί ἀντὶ τοῦ ἄπιστα λέγεις. ἀληθῆ.