Ancient Greek
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 856
Not analysed yet
856 ἰὼ κελαινὰ λόγχα: κελαινὴν εἶπεν τὴν λόγχην διὰ τὸν ἐξ αὐτῆς ἀποτελούμενον θάνατον, μέλας δὲ ὁ θάνατος· δυσφορεῖ δὲ ἐπὶ τῷ αἰχμάλωτον εἰλῆφθαι τὴν Ἰόλην· διὰ γὰρ ταύτην ἡ συμφορά· λόγχα δὲ δορὸς περιφραστικῶς ἡ λόγχη, προμάχου δὲ τοῦ προβεβλημένου, τὸ δὲ λόγχα πρὸς τὸ αἰχμᾷ· ὁ δὲ λόγος, θανατοποιὲ λόγχη ἥτις τότε ἀνελοῦσα τὸν Εὔρυτον ἐνταῦθα τὴν Ἰόλην ἤγαγες ἐκ τῆς ὑψηλῆς Οἰχαλίας ὡς εἴθε μήποτε· τουτέστι φεῦ τῆς λόγχης ἐκείνης ἐν ἡ ἐπόρθησε τὴν Οἰχαλίαν ὁ Ἡρακλῆς ἴνα ἐνέγκῃ τὴν ὅλην· διὰ γὰρ ταύτην ἡ συμφορὰ ἐγένετο· τὸ δὲ ἄρθρον τῷ λόγχη συναπτέον, ἥτις λόγχη. προμάχου δορός: τὸ προμάχου ἐπὶ τοῦ Ἡρακλέους ληπτέον οἷον τοῦ πρὸ πάντων μαχομένου· τὸ νύμφαν δὲ συναπτέον τῷ τάνδε.