Ancient Greek · ~3 min
ΑΙΒΥΗ.
Scylax of Caranda, Periplus Scylacis 107
Not analysed yet
107. Ἄρχεται ἡ Λιβύη ἀπὸ τοῦ Κανωπικοῦ στόματος τοῦ Νείλου. ἈΔΥΡΜΑΧΙΔΑΙ. Ἔθνος Λιβύων Ἀδυρμαχίδαι. Ἐκ Θώνιδος δὲ πλοῦς εἰς Φάρον νῆσον ἔρημον στάδια ρν΄. Ἐν δὲ Φάρῳ λιμένες πολλοί. Ὕδωρ δὲ ἐκ τῆς Μαρείας λίμνης ὑδρεύονται· ἔστι γὰρ πότιμος. Ὁ δὲ ἀνάπλους εἰς τὴν λίμνην βραχὺς ἐκ Φάρου. Ἔστι δὲ καὶ Χερρόνησος καὶ λιμήν· ἔστι δὲ τοῦ παράπλου στάδια σ΄. Ἀπὸ Χερρονήσου δὲ Πλίνθινός ἐστι κόλπος. Τὸ δὲ στόμα ἐστὶ τοῦ Πλινθίνου κόλπου εἰς Λευκὴν ἀκτὴν πλοῦς ἡμέρας καὶ νυκτός· τὸ δὲ εἰς τὸν μυχὸν τοῦ Πλινθίνου κόλπου δὶς τοσοῦτον. Περιοικεῖται δὲ κύκλῳ. Ἀπὸ δὲ Αευκῆς ἀκτῆς εἰς Ααοδαμάντειον λιμένα πλοῦς ἥμισυ ἡμέρας. Ἀπὸ δὲ Ααοδαμαντείου λιμένος εἶς Παραιτόνιον λιμένα πλοῦς ἥμισυ ἡμέρας. Ἔχεται Ἆπις πόλις. Μέχρις οὖν ἐνταῦθα Αἰγύπτιοι ἄρχουσιν.