Ancient Greek · ~6 min
28 to 33
Scylax of Caranda, Periplus Scylacis 28-33
Not analysed yet
28. ΧΑΟΝΕΣ. Μετὰ δὲ Ἰλλυριοὺς Χάονες. Ἡ δὲ Χαονία ἐστὶν εὐλίμενος· οἰκοῦσι δὲ κατὰ κώμας οἱ Κάονες. Παράπλους δʼ ἐστὶ Χαονίας ἥμισυ ἡμέρας. 29. ΚΟΡΚΥΡΑ. Κατὰ δὲ Χαονίαν νῆσός ἐστι Κόρκυρα, καὶ πόλις Ἑλληνὶς ἐν αὐτῇ, λιμένας ἔχουσα τρεῖς κατὰ τὴν πόλιν· τούτων ὁ εἷς κλειστός. Ἐπιβάλλει δὲ Κόρκυρα καὶ ἐπὶ τὴν Θεσπρωτίαν πλεῖον ἢ ἐπὶ τὴν Χαονίαν. Ἐπάνειμι δὲ πάλιν ἐκὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. 30. ΘΕΣΠΡΩΤΟΙ. Μετὰ δὲ Χαονίαν Θεσπρωτοί εἰσιν ἔθνος. Οἰκοῦσι δὶ καὶ οὗτοι κατὰ κώμας· ἔστι δὲ καὶ αὕτη εὐλίμενος. Ἐνταῦθά ἐστι λιμὴν, ᾧ ὄνομα Ἐλαία. Εἰς τοῦτον τὸν λιμένα ποταμὸς ἐξίησιν Ἀχέρων· καὶ λίμνη Ἀχερουσία, ἐξ ἧς ὁ Ἀχέρων ῥεῖ ποταμός. Παράπλους δὲ τῆς Θεσπρωτίας ἥμισυ ἡμέρας. 31. ΚΑΣΣΩΠΟΙ. Μετὰ δὲ Θεσπρωτίαν Κασσωπία ἐστὶν ἔθνος. Οἰκοῦσι δὲ καὶ οὗτοι κατὰ κώμας. Παροικοῦσι δὲ οὗτοι ἕως εἰς τὸν Ἀνακτορικὸν κόλπον. Παράκλους δʼ ἐστὶ τῆς Κασσωπῶν χώρας ἥμισυ ἡμέρας. Μικρῷ δὲ ἐλάττων ὁ Ἀνακτορικὸς κόλπος ἐστὶν ἀπὸ τοῦ στόματος ἕως εἰς τὸν μυχὸν σταδίων ρκ΄. Τὸ δὲ υτόμα εὖρος σταδίων δ΄. 32. ΜΟΑΟΤΤΙΑ. Μετὰ δὲ Κασσωπίαν Μολοττοί εἰσιν ἔθνος. Οἰκοῦσι δὲ οὗτοι κατὰ κώμας· καθήκουσι δὲ κατὰ μικρὸν ἐνταῦθα ἐπὶ τὴν θάλατταν, εἰς μεσογαέαν δὲ κολλῇ. Παράπλους δʼ ἐστὶ τῆς Μολοττίας χώρας σταδίων μ΄· 33. ΑΜΒΡΑΚΙΑ. Μετὰ δὲ Μολοττίαν Ἀμβρακία πόλις Ἑλληνίς· ἐπέχει δὲ αὕτη ἀπὸ θαλάττης στάδια π΄. Ἔστι δὲ καὶ ἐπὶ θαλάττης τεῖχος καὶ λιμὴν κλειστός. Ἐντιεῦθεν ἄρχεται ἡ Ἑλλὰς συνεχὴς εἶναι μέχρι Πηνειοῦ ποταμοῦ καὶ Ὁμολίου Μαγνητικῆς πόλεως, ἥ ἐστι παρὰ τὸν ποταμόν. Παράπλους δὲ τῆς Ἀμβρακίας σταδίων ρκ΄.