Ancient Greek · ~7 min
36 to 44
Scylax of Caranda, Periplus Scylacis 36-44
Not analysed yet
36. ΛΟΚΡΟΙ. Μετὰ δὲ Αἰτνωλοὺς Λοκροί εἰσιν ἔθνος, ἐν οἷς εἰσὶν Ὀζόλαι καλούμενοι, καὶ πόλεις αἵδε· Εὐάνθις, Ἄμφισσα. Εἰσὶ δὲ καὶ τούτοις πόλεις ἐν μεσογεία. Παράπλους δʼ ἐστὶ τῆς Λοκρῶν χώρας τὸ ἥμισυ ἡμέρας. 37. ΦΩΚΕΙΣ. Μετὰ δὲ Λοκρούς εἰσιν Φωκεῖς ἔθνος κατὰ τὸ Κιρραῖον πεδίον, καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ Δελφοὶ πόλις καὶ Ἀντίκυρα πόλις, οὗ βέλτιστα ἑλλεβορίζονται. Παράπλους δὲ τῆς Φωκέων χώρας ἥμισυ ἡμέρας. 38. ΒΟΙΩΤΟΙ. Μετὰ δὲ Φωκεῖς Βοιωτοί εἰσιν ἔθνος, καὶ πόλεις αἵδε· Κορσιοὶ, Σίφαι καὶ λιμὴν, Εὔτρητος καὶ τεῖχος Βοιωτῶν. Παράπλους δὲ τῆς Βοιωτίας ἥμισυ ἡμέρας ἔλαττον. 39. ΜΕΓΑΡΕΙΣ. Μετὰ δὲ Βοιωτοὺς Μεγαρεῖς εἰσὶν ἔθνος, καὶ πόλεις αἵδε· Αἰγόσθενα, Πηγαὶ, τεῖχος Γεράνεια, Ἄρις. Παράπλους δὲ τῆς Μεγαρέων χώρας στάδια ρ΄. 40. ΚΟΡΙΝΘΟΣ. Μετὰ δὲ Μεγαρεῖς ἡ Κόρινθος πόλες καὶ ἱερὸν, Αέχαιον, Ἰσθμός. Ἐντεῦθεν ἤδη ἄρχε ται ἡ Πελοπόννησος. Ἔστι δʼ ἀπὸ θαλάσσης ἡ ὁδὸς περὸς τὴν ἐπὶ ἡμῶν θάλασσαν διὰ τοῦ ἰσθμοῦ στάδια μ΄. Ταῦτα κολπώδη πάντα. Παράπλους δέ τῆς Κορινθίων χώρας ἥμισυ ἡμέρας. 41. ΣΙΚΥΩΝ. Μετὰ δὲ Κόρινθον Σικυὼν πόλις. Ταύτης παράπλους σταδίων ρκ΄. 42. ΑΧΛΙΟΙ. Μετὰ δὲ Σικυῶνα Ἀχαιοὶ ἔθνος, καὶ πόλεις εἰσὶν ἐν αὐτοῖς αἵδε· Πελλήνη, Αἴγειρα, Αἰγαὶ, Αἴγιον, Ῥύκες, ἔξω δὲ Ῥίοω Πάτραι, Δύμη. Παράκλους δὲ τῆς Ἀχαΐας χώρας στάδια ψ΄. 43. ΗΑΙΣ. Μετὰ δὲ Ἀχαιοὺς Ἦλίς ἐστιν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Κυλλήνη καὶ λιμὴν, καὶ ποταμὸς Ἀλφειός· ἔστι δὲ καὶ ἄλλη συνοικία πόλεων Ἦλις ἐν μεσογείᾳ. Κατὰ ταύτην τὴν χώραν ἐστὶ νῆσος Ζάκυνθος, ἐν ᾗ καὶ πόλις καὶ λιμήν. Παρέπλους δὲ τῆς Ἠλςίων χώρας ἄχρι ἐπὶ τοὺς Λεπρεατῶν στάδια ψ΄. 44. ΑΡΚΑΛΙΑ. Μετὰ δὲ Ἦλιν Ἀρκαδία ἔθνος ἐστί. Καθήμκει δὲ ἡ Ἀρκαδία ἐπὶ θάλατταν κατὰ Αέπρεον ἐκ μεσογείας. Εἰσὶ δὲ αὐ τῶν πόλεις ἐν μεσογείᾳ αἱ μεγάλαι αἵδε. Τέγεα, Μαντίνεια, Ἡραία, Ὀρχομενὸς, Στύμφαλος. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις. Παράπλους δὲ τῆς Λεπρεατῶν χώρας στάδια ρ΄.