Ancient Greek · ~3 min
48 to 50
Scylax of Caranda, Periplus Scylacis 48-50
Not analysed yet
48. ΚΥΚΛΑΔΕΣ ΝΗΣΟΙ. Κυκλάδες δὲ αἵδε εἰσὶ κατὰ τὴν Λακεδαιμονίαν χώραν οἰκούμεναι· Μῆλος καὶ λι μὴν, κατὰ δὲ ταύτην Κίμωλος, κατὰ δὲ ταύτην Ὠλίαρος, κατὰ δὲ ταύτην Σίκινος, αὕτη καὶ πόλις· κατὰ δὲ ταύτην Θήρα, κατὰ δὲ ταύτην Ἀνάφη, κατὰ δὲ ταύτην Ἀστυπάλαια. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. 49. ΑΡΓΟΣ. Μετὰ δὲ Λακεδαίμονα πόλις ἐστὶν Ἄργος, καὶ ἐν αὐτῇ Ναυπλία πόλις καὶ λιμήν· ἐν μεσογείᾳ δὲ Κλεωναὶ καὶ Μυκῆναι καὶ Τίρυνς. Παράπλους τῆς Ἀργείας χώρας κύκλῳ (ἔστι γὰρ κόλπος ὁ Ἀργολικὸς καλούμενος) στάδια ρν΄. 50. ΕΠΙΔΑΥΡΟΣ. Μετὰ δ᾿ Ἄργος ἡ Ἑπίδαυρος χώρα· »αθήκει γὰρ εἰς τὸν κόλπον τοῦτον στάδια λ΄, Μετὰ δὲ τὴν Ἐκιδαυρίαν χώραν Ἁλία καὶ λιμήν. Aὕτη ἐστὶ ἐκὶ τῷ στόματι τοῦ Ἀργολικοῦ κόλπου. Περίπλους ταύτης ἐστὶ σταδίων ἑκατόν.