Ancient Greek · ~4 min
52 to 56
Scylax of Caranda, Periplus Scylacis 52-56
Not analysed yet
52. ΤΡΟΙΖΗΝΙΑ. Μετὰ δὲ Ἑρμιόνα Τροιζηνία πόλις καὶ λιμήν. Παράπλους δʼ ἐστὶν αὐτῆς στάδια λ΄. Μετὰ δὲ ταῦτα νῆσός ἐστι Καλαυρία καὶ πόλις καὶ λιμήν. Παράπλους δʼ ἐστὶν αὐτῆς στάδια τ΄. 53. ΑΙΓΙΝΑ. Κατὰ δὲ ταύτην νῆσός ἐστι καὶ πόλις Αἴγινα καὶ λιμένες δύο. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. 54. ΕΠΙΔΑΥΡΟΣ. Μετὰ δὲ Τροιζηνίαν πόλις Ἐπίδαυρος καὶ λιμήν. Παράπλοως δὲ τῆς Ἐπιδαύρου χώρας στέδια λ΄. 55. ΚΟΡΙΝΘΙΑ. Μετὰ δὲ Ἐκίδαυρον ἡ Κορινθίων χώρα ἐστὶν πρὸς ἠῶ, καὶ τεῖχος Κεγχρειαὶ καὶ ἰσθμὸς, οὗ ἱερὸν Ποσειδῶνος. Ἐνταῦθα ἡ Πελοπόννησος λήγει. Ἔστι δὲ καὶ ἔξω τοῦ ἰσθμοῦ χώρα Κορινθίοις, καὶ τεῖχος Σιδοῦς καὶ ἕτερον τεῖχος Κρεμμυών. Παράπλους δὲ τῆς Κορινθίων χώρας μέχρι τῶν ὁρίων τῶν Μεγαρέων στάδια τ΄. 56. ΜΕΓΑΡΑ. Ἀπὸ δὲ τῆς Κορινθίων χώρας Μέγαρα πόλις ἐστὶ, καὶ λιμήν καὶ Νίσαια τεῖχος. Παράπλους δὲ τῆς Μεγαρέων χώρας μέχρι Ἰαπίδος (ἐστι γὰρ οὗτος ὄρος τῆς Ἀθηναίων χώρας), στάδια ρμ.