Ancient Greek · ~3 min
59 to 61
Scylax of Caranda, Periplus Scylacis 59-61
Not analysed yet
59. ΒΟΙΩΤΟΙ. Μετὰ δὲ Ἀθήνας εἰσὶ Βοιωτοὶ ἔθνος· καθήκουσι γὰρ καὶ οὗτοι ἐπὶ ταύτην τὴν θάλασσαν. Καί ἐστιν ἐν αὐτῇ πρῶτον ἱερὸν Δήλιον, Αὐλὶς ἱερὸν, Εὔρεπος, τεῖχος, Ἀνθηδὼν τεῖχος, Θῆβαι, Θεσπιαὶ, Ὀρχομενὸς ἐν μεσογείᾳ. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις. Παράπλους δὲ τῆς Βοιωτίας χώρας ἀπὸ Δηλίου μέχρι τῶν Λοκρῶν ὁρίων στάδια σν΄. 60. ΛΟΚΡΟΙ. Μετὰ δὲ Βοιωτούς εἰσι Λοκροὶ ἔθνος. Καί εἰσι κατʼ Εὔβοιαν αὐτοῖς πόλεις αἵδε· Λάρυμνα, Κῦνος, Ὀποῦς, Ἀλόπη· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ Λοκροῖς. Παράπλους δὲ τῆς χώρας αὐτῶν στάδια σ΄. 61. ΦΩΚΕΙΣ. Μετὰ δὲ Λοκρούς εἰσι Φωκεῖς· διήκουσι γὰρ καὶ οὗτοι εἰς τὴν θάλασσαν ταύτην. Καὶ πόλεις αὐτοῖς εἰσὶν αἵδε· Θρόνιον, Κνημὶς, Ἐλάτεια, Πανοπεύς. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις αὐτοῖς ἐν μεσογείᾳ. Παράπλους δʼ ἐστὶ τῆς Φωκέων χώρας στάδια σ΄.