Ancient Greek · ~1 min
ΕΥΡΩΠΗ.
Scylax of Caranda, Periplus Scylacis 63
Not analysed yet
63. ΑΧΑΙΟΙ. Ἔξω δὲ τοῦ Μαλιαίου κόλπου εἰσὶν Ἀχαιοὶ Φθιῶται ἔθνος· εἰσὶ δὲ καὶ ἐν τῷ Παγασητικῷ κόλπω ἐπʼ ἀριστερᾷ εἰσπλέοντι, ὡς ἐπὶ τὸ ἥμισυ τοῦ κόλπου. Ἀχαιῶν πόλεις αἵθε· Ἀντρῶνες, Λάρισσα, Μελιταία, Δημήτριον, Θῆβαι εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Ἀχαιοῖς ἐν μεσογεία.