Ancient Greek · ~2 min
ΕΥΡΩΠΗ.
Scylax of Caranda, Periplus Scylacis 69
Not analysed yet
ΠΑΡΑΠΑΟΥΣ ΑΠΑΣΗΣ ΤΗΣ ΣΥΡΩΠΗΣ. Ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Εὐρώπη περιπλέοντι τοὺς κόλπους παρὰ γῆν, λογιζομένῳ δὲ ὅσαι γεγραμμέναι εἰσὶ, νύκτες ἀντὶ τούτων ἡμέρας, καὶ, ὅπου στάδιά εἰσι γεγραμμένα, ἀντὶ τῶν φ σταδίων ἡμεραῖον τὸν πλοῦν, γίνεται τῆς Εὐρώπης ὁ παράπλους, τοῦ ἡμίσεος μέρους τοῦ Πόντου ὄντος ἴσου τῆς Μαιώτιδος λίμνης, ἡμερῶν ρν΄ τριῶν. Μέγιστοι δὲ ποταμοί εἰσιν ἐν τῇ Εὐρώπη ὁ Τάναῖς, δ Ἴστρος, ὁ Ῥοδανός.