Ancient Greek
1 to 2
Semonides Eleg. et Iamb., Fragmenta 1-2
Unproofread scanNot analysed yet
Ὦ παῖ, τέλος μὲν Ζεὺς ἔχει βαρύκτυπος πάντων ὅσ’ ἔστι, καὶ τίθησ’ ὅπῃ θέλει· νόος δ’ οὐκ ἐπ’ ἀνθρώποισιν· ἀλλ’ ἐφήμεροι ἃ δὴ βότ’ αἰεὶ ζῶμεν, οὐδὲν εἰδότες, ὅπως ἕκαστον ἐκτελευτήσει θεός. ἐλπὶς δὲ πάντας κἀπιπειθείη τρέφει ἄπρηκτον ὁρμαίνοντας· οἱ μὲν ἡμέρην μένουσιν ἐλθεῖν, οἱ δ’ ἑτέων περιτροπάς. Τοῦ μὲν θανόντος οὐκ ἂν ἐνθυμοίμεθα, εἴ τι φρονοῖμεν, πλεῖον ἡμέρης μιῆς. Πολλὸς γὰρ ἡμῖν ἐστι τεθνάναι χρόνος, ζῶμεν δ’ ἀριθμῷ παῦρα (καὶ) κακῶς ἔτεα.