Ancient Greek · ~6 min
Psalmus CXV
Seniores Alexandrini, Fragmenta Psalmus CXV
Not analysed yet
v. 1. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ὅλου τοῦ ψαλμοῦ ἐν βραχεῖ ἡ διάνοια· πολλοὶ μὲν οἱ ἐν ἀνθρώποις λόγοι, καὶ πολλὰ πολλοῖς πεφιλοσόφηται, ἐξετάζουσι τὰ περὶ ἀληθείας· ἀλλ’ ἐπεὶ χρὴ προοίμιον εἶναι τῆς συνέσεως τῶν τοῦ Θεοῦ τὴν εἰς Θεὸν πίστιν, οἱ μὲν πολλοὶ οὐτ’ ἀληθῆ εἰρήκασιν, ἐγὼ δὲ διὰ τοῦτο ἐλάλησα, ἐπεὶ πρότερον ἐπίστευσα· εἶτα λαλήσας καὶ θεωρήσας καὶ τιμηθεὶς ὑπὸ τοῦ Θεοῦ, ᾧ πεπίστευκα τῷ λόγῳ αὐτοῦ, κατανοήσας τε τὴν ἀληθῆ σοφίαν, καὶ θαυμάσας εἰ ἡ βραχεῖα οὕτως ἀνθρώπου φύσις, τοσούτων ἀξιοῦται δογμάτων καὶ νοημάτων· καὶ συνεὶς ὅσων λογικῶν ἐστιν ζώων ταπεινώτερος ἄνθρωπος, καὶ τὴν αἰτίαν γεγονέναι με ἄνθρωπον, μετὰ τὸ πιστεῦσαι καὶ λαλῆσαι, ἐταπεινώθην· οὐχ ὡς ἔτυχον, ἀλλὰ σφόδρα, αὐτοῦ τοῦ ἀποκαλυφθέντος μοι λόγου πείσαντός με ἐπιπλέον ταπεινωθῆναι. Εἶτα εἰδὼς, μετά τὸν τοῦ Θεοῦ δοῦλον, τοὺς πολλοὺς τῶν ἀνθρώπων λόγους, ἐν οἷς πρότερον ἐδόκουν τι εἶναι σοφὸν καὶ ἀληθὲς, καταπλαγείς καὶ ἐκστὰς ἐπὶ τοῖς παθήμασιν, ἀπεφηνάμην περὶ τῶν ἀνθρωπίνων, αὐτῇ προσβαλὼν ἀληθείᾳ, ὅτι οὐ τινὲς μὲν ἀνθρώπων ἀληθεύουσιν, ἕτεροι δὲ ψεύδονται, ἀλλὰ πάντες ψεύδονται. Τί οὖν ἀντὶ τούτων δωρεῶν κἀγὼ τῷ Κυρίῳ, ὡς εὐχάριστος, κατὰ δύναμίν μου ἀποδώσω; καὶ ποίᾳ προαιρέσει καὶ τηλικαύτην εἰς ἐμὲ χάριν ἀμείψομαι; Ζητῶν δὴ, ὁδὸν μίαν εὗρὸν, ὡς χρή με ἀμείψασθαι τὸν Θεόν· ἑκὼν γὰρ λήψομαι, μὴ παραιτησάμενος διὰ τὸ ὀχληρὸν, τῶν ἐν τῷ μαρτυρίῳ πόνων τὸ ποτήριον, ὅπερ σωτήριον τυγχάνει· καὶ τοῦτο λαβὼν, καὶ ὁρῶν ὅτι δέομαι δυνάμεως πρὸς τὸ πιεῖν αὐτὸ, ἐπικαλέσομαι τὸ τοῦ Κυρίου ὄνομα, ἵνα δυναμωθῶ· πείθομαι γὰρ τὸν ὑπὲρ εὐσεβείας καὶ ὁσιότητος θάνατον τίμιον εἶναι ἐν ὀφθαλμοῖς Κυρίου.