Ancient Greek · ~3 min
Psalmus CXVIII, v. 127. Ἔκφρασις τοῦ Τοπαζίου ἐν τῷ ἐπιγεγραμμένῳ· Ξενοκράτους Λιθογνώμων.
Seniores Alexandrini, Fragmenta Psalmus CXVIII, v. 127. Ἔκφρασις τοῦ Τοπαζίου ἐν τῷ ἐπιγεγραμμένῳ· Ξενοκράτους Λιθογνώμων.
Not analysed yet
Περὶ δὲ τοῦ Τοπαζίου λίθου τοιαῦτα εὕρομεν ἱστορούμενα ἐν τῷ ἐπιγεγραμμένῳ Ξενοκράτους Λιθογνώμων· Ὅτι γίνεται τῆς Θηβαΐδος περὶ πόλιν Ἀλαβάστρων, καὶ προσαγορεύεται ἀπὸ τοῦ φέροντος αὐτὸν τόπου, Τόπαζον. Τὸ χρῶ[μα] δὲ τοῦ Τοπαζίου πρασοειδὲς καὶ χρυσόχρουν, χρυσοπράσῳ παραπλησίως· κατάμφω δὲ ἐπιτέταται τὰς χρόας κατακορέστερον. Ἔστι δὲ καὶ πυρίχρουν καὶ καθαρὸν ἄγαν καὶ χρυσόχρουν τῷ δὲ μεγέθει καὶ πάντας ὑπεραίρει τοὺς χρυσοπράσ\ους. Ἔστι δὲ καὶ τὸ εἶδος λιπαρὸς, ἑοικὼς καταφλεγομένῳ ὑπὸ ἡλίου. Ἔστι δὲ καὶ ὡραιότατος καθεστηκὼς, καὶ νῦν ἐστιν οὐ πάνυ περισπούδαστος, καὶ ἔλαττον θαυμαζόμενος διὰ τὸ πλῆθος· καίτοι κατὰ τὴν πρώτην εὕρεσιν ἀγαστός τε νενόμισται καὶ περισπούδαστος· φύσιν δὲ ἔχει λιαινόμενον τὸ Τοπάζιον τραχύνεσθαι, καὶ ἐν ταῖς χρείαις μειοῦσθαι· ἔστι δὲ καὶ τῶν λίθων εὔγλυφος.