Ancient Greek
Psalmus CXXI.
Seniores Alexandrini, Fragmenta Psalmus CXXI.
Not analysed yet
v. 3. Ἱερουσαλὴμ ᾠκοδομήθη ὡς πόλις ἦς ἡ μετοχὴ ἐπὶ τὸ αὐτό. Οὕτω φησίν· Ἦν πάλαι ἡ Ἱερουσαλὴμ, ὡς πόλις οὐ διεσπαρμένη ὧδε (καὶ ὧδε], ἀλλ’ οὕτως ἦν ἡρμοσμένη, ὡς δόξειεν ἄοικος εἶναι τῇ συναφείᾳ καὶ τῇ ἁρμονίᾳ τῶν οἰκοδομημάτων ἢ καὶ λέγει τὸ μέλλον ὡς παρεληλυθὸς, ὡς ἐν τῷ· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ τό· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. Ἕτεροί φασιν· ὡς ἤδη τῶν πραγμάτων ἀπολαύοντες, τρόπον τινὰ τὴν πόλιν καὶ τὸν ναὸν περιπλέκονται ἃ γὰρ ἔχοντες οὐκ ᾐσθάνοντο, νῦν ἀπολαύοντες εὐφραίνονται· δίκῃ μὲν ἀποβαλόντες, θείᾳ φιλανθρωπίᾳ δὲ κομισάμενοι.