Ancient Greek · ~5 min
Psalmus CXXV Ἔκφρασις περὶ τοῦ τῷ νότῳ χειμάῤῥου.
Seniores Alexandrini, Fragmenta Psalmus CXXV Ἔκφρασις περὶ τοῦ τῷ νότῳ χειμάῤῥου.
Not analysed yet
v. 4. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους εν τῷ νότῳ. Ὁ χείμαῤῥος οὗτος, περὶ οὗ λέγει ὁ προφήτης, ἐν νότῳ ἐστίν ἐντὸς τῆς Ῥινοκορούρας, τις ἐστίν ἀρχὴ τῆς Αἰγύπτου. Τοῦτο οὖν μεμαθήκαμεν παρὰ πλειόνων, καὶ ἡμεῖς γενόμενοι ἐν ταύτῃ τῇ πόλει, αὐτόπται γεγόναμεν τοῦ χειμάῤῥου. Οἱ γὰρ Σαρακηνοὶ κατήρχοντο, ὡς καὶ μέχρι τοῦ νῦν κατέρχονται Ῥινοκόρουραν, καὶ πραιδεύουσιν ἅπερ εὑρίσκουσιν, καὶ ἀνέρχονται εἰς τοὺς τόπους ἑαυτῶν. Ὁ δὲ χείμαῤῥος οὗτος ἐκ τῶν Σαρακηνῶν κατέρχεται· κατὰ βούλησιν οὖν Θεοῦ, ἡνίκα γένηται ὑετὸς λάβρος, πληθύνει ὁ χείμαῤῥος, ὥστε κατέρχεσθαι αὐτὸν σφοδρῶς λαμβάνοντα τὰς σκηνὰς τῶν Σαρακηνῶν, καὶ αὐτοὺς μὲν ἀπόλλυσι, τὰ δὲ αὐτῶν πάντα καὶ ἅπερ διεπράτησαν λαβὼν, φέρει εἰς τὴν Ῥινοκόρουραν. Λέγει δὲ ὁ προφήτης, ἐκ προσώπου τῶν πιστευσάντων, ὅτι, ὥσπερ ἐκεῖνος τοὺς μὲν αίχμαλωτίζοντας ἀπόλλυσι, τὰ δὲ σκύλα ἀποκαθίστησιν, ἐξ ὧν καὶ ἐλήφθησαν· οὕτως ποίησον καὶ αὐτὸς, καὶ τὰς ἐναντίας δυνάμεις τὰς ἡμᾶς αἰχμαλωτισάσας θανάτωσον τῷ ὕδατι τοῦ βαπτίσματος· δι’ αὐτοῦ δὲ πάλιν τοῦ ὕδατος ἀπόδος ἡμῖν τὴν δόξαν καὶ τὴν ἐλευθερίαν, ἣν ἀφείλαντο ἡμῖν αἱ τοῦ ἐχθροῦ δυνάμεις. Αὕτη οὖν ἡ διήγησις τῆς ἱστορίας τοῦ χειμάῤῥου, καὶ αὕτη ἡ αἰτία τοῦ εἰρηκέναι τὸν προφήτην.