Ancient Greek · ~3 min
Psalmus XLIX
Seniores Alexandrini, Fragmenta Psalmus XLIX
Not analysed yet
v. 14, 15. Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τάς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως. Vat. 654, 2. Θῦσον τῷ Θεῷ τῷ Πατρί. Καὶ ἀπόδος Ὑψίστῳ τῷ Υἱῷ. Καὶ ἐπικάλεσαί με τὸ Πνεῦμα τὸ ἄγιον. Ἄσω καὶ ψαλῶ τῷ Κυρίῳ τῷ Πατρί. Εἰσάκουσον τῆς φωνῆς μου, τῷ Υἱῷ. Τὸ πρόσωπόν σου, Κύριε, ἐκζητήσω, τῷ Πνεύματι τῷ ἁγίῳ. Ἕνεκεν τοῦ ὀνόματός σου, τῷ Πατρί. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν Λόγον σου, τῷ Υἱῷ. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον, τῷ Πνεύματι τῷ ἁγίῳ. Τῷ Λόγῳ, τῷ Υἱῷ. Κυρίου. τοῦ Πατρός. Καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, τῷ Πνεύματι τῷ ἁγίῳ.