Ancient Greek
XI.
Seniores Apud Irenaeum, Reliquiae plurium anonymorum XI.
Not analysed yet
Διὸ καὶ δικαίως, καὶ ἁρμοζόντως τῇ τοιαύτῃ σου τόλμῃ ὁ θεῖος ΠΡΕΣΒΥΤΗΣ καὶ κήρυξ τῆς ἀληθείας ἐμμέτρως ἐπιβεβόηκέ σοι, εἰπὼν οὕτως· Εἰδωλοποιὲ Μάρκε, καὶ τερατοσκόπε, Ἀστρολογικῆς ἔμπειρε καὶ μαγικῆς τεχνῆς, Δι᾿ ὧν κρατύνεις τῆς πλάνης τὰ διδάγματα, Σημεῖα δεικνὺς τοῖς ὑπό σου πλανωμένοις, Ἀποστατικῆς δυνάμεως ἐγχειρήματα, Ἅ σοι χορηγεῖ σὸς πατὴρ Σατᾶν ἀεὶ Δι᾿ ἀγγελικῆς δυνάμεως Ἀζαζὴλ ποιεῖν· Ἔχων σε πρόδρομον ἀντιθέου πανουργίας. Καὶ ταῦτα μὲν ὁ θεόφιλος πρεσβύτης· ἡμεῖς δὲ c. Hæc Irenæus attulit lib. I. cap. xv. al. xii. p. 80. ed. Massueti.