Ancient Greek
10.1 to 10.14
Septuaginta, Κριταί (Cod. Alexandrinus) 10.1-14
Not analysed yet
Καὶ Καὶ ἀνέστη μετὰ Ἀβειμέλεχ τοῦ σῶσαι τὸν Ἰσραὴλ Θωλὰ υἱὸς Φουά, υἱὸς πατραδέλφου αὐτοῦ, ἀνὴρ Ἰσσαχὰρ· καὶ αὐτὸς ᾤκει ἐν Σαμεὶρ ἐν ὄρει Ἐφράιμ. καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι τρία ἔτη, καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμείρ. καὶ ἀνέστη μετ’ αὐτὸν Ἰαεὶρ ὁ Γαλαὰδ, καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι δύο ἔτη. καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους, καὶ τριάκοντα δύο πόλεις αὐτοῖς· καὶ ἐκάλουν αὐτὰς Ἐπαύλεις Ἰαεὶρ ἕως τῆς ἡμέρας ταύτης, ἐν γῇ Γαλαάδ. καὶ ἀπέθανεν Ἰαείρ, καὶ ἐτάφη ἐν Ῥαμνών. Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐδούλευσαν τοῖς Βααλεὶμ καὶ ταῖς Ἀσταρὼθ καὶ τοῖς θεοῖς Ἀρὰδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς υἱῶν Ἄμμων καὶ τοῖς θεοῖς Φυλιστιείμ· καὶ ἐνκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ. καὶ ὠργίσθη θυμῷ κύριος ἐν Ἰαραήλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιεὶμ καὶ ἐν χειρὶ υἱῶν Ἄμμων. καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ δέκα ὀκτὼ ἔτη, τοὺς πάντας υἱοὺς Ἰσραὴλ τοὺς ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ τοῦ Ἀμορρεὶ τοῦ ἐν Γαλαὰδ. καὶ διέβησαν οἱ υἱοὶ Ἄμμων τὸν Ἰορδάνην παρατάξασθαι πρὸς Ἰούδαν καὶ Βενιαμεὶν καὶ πρὸς Ἐφράιμ· καὶ ἐθλίβη Ἰσραὴλ σφόδρα. καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον λέγοντες Ἡμάρτομέν σοι, ὅτι ἐνκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλείμ. καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ἰσραήλ Μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ Ἀμορραίου καὶ ἀπὸ υἱῶν Ἀμμὼν καὶ ἀπὸ Φυλιστιεὶμ καὶ Σιδωνίων καὶ Ἀμολὴκ καὶ Μαδιάμ, οἳ ἔθλιψαν ὑμᾶς, καὶ ἐβοήσατε πρὸς μέ, κοὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν; καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς. προεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεοὺς οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν.