Ancient Greek · ~2 min
10.15 to 10.18
Septuaginta, Κριταί (Cod. Alexandrinus) 10.15-18
Not analysed yet
καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον Ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ. καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ ἐδούλευσαν τῷ κυρίῳ μόνῳ· καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ Ἰσραήλ. Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἄμμων· καὶ παρενέβαλον ἐν Γαλαάδ, καὶ συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ. καὶ καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλαάδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ὁ ἀνὴρ ἅλ’ ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς Ἄμμων, καὶ ἔσται εἰς πᾶσιν τοῖς κατοικοῦσιν Γαλαάδ;