Ancient Greek · ~7 min
11.25 to 11.35
Septuaginta, Κριταί (Cod. Alexandrinus) 11.25-35
Not analysed yet
καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλὰκ υἱὸν Σεπφὼρ βασιλέα Μωάβ; μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ἰσραὴλ ἢ πολεμῶν ἐπολέμησεν αὐτὸν ἐν τῷ οἰκῆσαι ἐν Ἑσεβὼν καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν γῇ Ἀροὴρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ἰορδάνην τριακόσια ἔτη ; καὶ διὰ τί οὐκ ἐρρύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ; καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι, καὶ σύ ποιεῖς μετ’ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί· κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ἰσραὴλ καὶ ἀνὰ μέσον υἱῶν ’καὶ οὐκ ἤκουσεν βασιλεὺς υἱῶν Ἄμμων τῶν λόγων λόγων ἀπέστειλεν πρὸς αὐτόν. Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε Κθρίου, καὶ παρῆλθεν τὸν Γαλαὰδ καὶ τὸν Μανασσή, καὶ παρῆλθεν τὴν σκοπιὰν Γαλαὰδ εἰς τὸ πέραν υἱῶν Ἄμμων. καὶ ηὔξατο Ιεφθάε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν Ἐὰν διδοὺς δῷς τοὺς υἱοὺς Ἄμμων ἐν τῇ χειρί μου, καὶ ἔσται ὁ ἐκπορευόμενος ὃς ἐὰν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνη ἀπὸ υἱῶν Ἀμμών, καὶ ἔσται τῶ κυρίῳ· ἀνοίσω αὐτὸν ὁλοκαύτωμα. καὶ παρῆλθεν Ἰεφθάε πρὸς υἱοὺς Ἄμμων παρατάξασθαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ. καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Ἀροὴρ ἕως θεῖν ἄχρις Ἀρνῶν, ἐν ἀριθμῷ ἐν κοσι πόλεις, καὶ ἕως Ἐρελχαρμείν, πληγὴν μεγάλην σφόδρα· καὶ συνεστάλησαν οἱ υἱοὶ Ἀμμὼν ἀπὸ προσώπου υἱῶν Ἰσραάλ. Καὶ ἦλθεν Ἰεφθάε εἰς Μασσηφὰ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς· καὶ ἢν αὕτη μονογενής, οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ. τὸ καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Ἆ ἆ θυγάτηρ μου, ταραχῇ ἐτάραξάς με, καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου· καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς Κύριον, καὶ οὐ δυνήσομαι ἐπιστρέψαι.