Ancient Greek · ~7 min
11.13 to 11.24
Septuaginta, Κριταί (Cod. Alexandrinus) 11.13-24
Not analysed yet
καὶ εἶπεν βασιλεὺς υἱῶν Ἄμμων πρὸς τοὺς ἀγγέλους Ἰεφθάε Ὅτι ἔλαβεν Ἰσραὴλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Ἀρνῶν καὶ ἕως Ἰαβὸκ καὶ ἕως τοῦ Ἰορδάνου· καὶ νῦν ἐπίστρεψον ἀυτὰς ἐν εἰρήνη, καὶ πορεύσομαι. καὶ προσέθηκεν ἔτι Ἰεφθάε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Ἄμμων, καὶ εἶπεν αὐτῷ Οὕτω λέγει Ἰεφθάε Οὐκ ἔλαβεν Ἰσραὴλ τὴν γῆν Μωὰβ καὶ τὴν γῆν υἱῶν Ἄμμων. ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ἰσραὴλ ἐν τῆ ἐρήμῳ ἕως θαλάσσης Σείφ, καὶ ἦλθεν εἰς Καδής. καὶ καὶ ἀπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς βασιλέα Ἐδὼμ λέγων Παρελεύσομαι δὴ ἐν τῇ γῇ σου· καὶ οὐκ ἤκουσεν βασιλεὺς Ἐδώμ· καὶ πρὸς βασιλέα Μωὰβ ἀπέστειλεν, καὶ οὐκ εὐδόκησεν. καὶ ἐκάθισεν Ἰσραὴλ ἐν Καδής, καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ, καὶ ἐκύκλωκαὶ σεν τὴν γῆν Ἐδὼμ καὶ τὴν γῆν Μωάβ· καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωὰβ καὶ παρενέβαλον ἐν πέραν Ἀρνῶν, καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωάβ, ὅτι Ἀρνῶν ὅριον Μωάβ. καὶ ἀπέστειλεν ἀλλέλους πρὸς Σηὼν βασιλέα τοῦ Ἀμορραίου βασιλέα Εσεβών, αὐτῷ Ἰσραήλ Παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου καὶ οὐκ ἐνεπίστευσεν Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν ἐν ὁρίῳ αὐτοῦ· καὶ συνῆξεν Σηὼν τὸν πάντα λαὸν αὐτοῦ, καὶ παρενέβαλον εἰς Ἰάσα, καὶ παρετάξατο πρὸς Ἰσραήλ. καὶ παρέδωκεν κύριος ὁ θεὸς Ἰσραὴλ τὸν Σηὼν καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ἰσραήλ, καὶ ἐπάταξεν αὐτόν· καὶ ἐκληρονόμησεν Ἰσραὴλ τὴν πᾶσαν γῆν τοῦ Ἀμορραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην, ἀπὸ Ἀρνῶν καὶ ἕως τοῦ Ἰαβὸκ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Ἰορδάνου. καὶ νῦν Κύριος ὁ θεός Ἰσραὴλ ἐξῆρεν τὸν Ἀμορραῖον ὀπὸ προσώπου λαοῦ αὐτοῦ Ἰσραήλ, καὶ σὺ κληρονομήσεις αὐτόν ; οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Ἁμὼς ὁ θεός σου, αὐτὰ κληρονομήσεις; καὶ τοὺς πάντας οὓς ἐξῆρεν κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν, αὐτοὺς κληρονομήσομεν.