Ancient Greek
13.1 to 13.11
Septuaginta, Κριταί (Cod. Alexandrinus) 13.1-11
Not analysed yet
καὶ προσέθηκαν οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Φυλιστιεὶμ τεσσεράκοντα ἔτη. Καὶ ἦν ἀνὴρ εἷς ἀπὸ Σαρὰλ ἀπὸ δήμου συγγενείας τοῦ Δάνει καὶ ὄνομα αὐτῷ Μανῶε, καὶ γυνὴ αὐτῷ στεῖρα καὶ οὐκ ἔτεκεν. καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπεν πρὸς αὐτήν σὺ στεῖρα καὶ οὐ τέτοκας, καὶ συλλήμψῃ υἱόν. καὶ νῦν καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα, καὶ μὴ φάγῃς πᾶν ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν, κα σίδηρος ὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι ναζεὶρ θεοῦ ἱστᾶι τὸ ἀπὸ τῆς κοιλίας· καὶ αὐτὸς ἄρξεται τοῦ σῶσαι τὸν Ἰσραὴλ Φυλιστιείμ. καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ λέγουσα Ἄντρωπος θεοῦ ἦλθεν πρὸς μέ, καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου θεοῦ φοβερὸν σφόδρα· καὶ οὐκ ἠρώτησα αὐτὸν πόθεν ἐστίν, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι. καὶ εἶπέν μοι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίης οἶνον κα μέθυσμα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι ἅγιον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ. καὶ προσηύξατο Μανῶε πρὸς Κύριον καὶ εἶπεν Ἐν ἐμοί, Κύριε Ἀδωναῖε, τὸν ἄνθρωπον τοῦ θεοῦ ἃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς, καὶ συνβιβασάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ. καὶ εἰσήκουσεν ὁ θεὸς τῆς φωνῆς Μανῶε, καὶ ἦλθεν ὁ ἄγγελος τοῦ θεοῦ ἔτι πρὸς τὴν γυναῖκα· καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ, καὶ Μανῶε ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ’ αὖ καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμεν καὶ ἀνήγγειλεν τῷ ἀνδρὶ καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ὦπται πρὸς μὲ ὁ ἀνὴρ ὃς ἦλθεν ἑv ἡμέρᾳ πρὸς μέ. καὶ ἀνέστη καὶ ἐπορεύθη Μανῶε ὀπίσω τῆς αὐτοῦ, καὶ ἦλθεν πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ Εἰ σὺ εἶ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα ; καὶ εἶπεν ὁ ἄγγελος Ἐγώ.