Ancient Greek · ~8 min
13.12 to 13.24
Septuaginta, Κριταί (Cod. Alexandrinus) 13.12-24
Not analysed yet
καὶ εἶπεν Μανῶε Νῦν ἐλεύσεται ὁ λόγος σου· τίς ἔσται κρίσις τοῦ παιδίου καὶ τὰ ποιήματα αὐτοῦ ; καὶ εἶπεν ὁ Κυρίου κυρίου πρὸς Μανῶε Ἀπὸ πάντων ὧν εἴρηκα πρός τὴν γυναῖκα φυλάξεται· ἀπὸ παντὸς ὃ ἐκπορεύεται ἐξ ἀμπέλου τοῦ οἴνου οὐ φάγεται, καὶ οἶνον καὶ σίκερα μέθυσμα μὴ πιέτω, καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω· πάντα ὅσα ἐνετειλάμην αὐτῷ φυλάξεται. καὶ εἶπεν Μανῶε πρὸς τὸν ἄγγελον Κυρίου κατάσχωμεν ὧδέ σε, καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν. καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανῶε Ἐὰν κατάσχῃς με, οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου· καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, τῷ κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανῶε ὅτι ἄγγελος Κυρίου αὐτός. καὶ εἶπεν Μανῶε πρὸς τὸν ἄγγελον κυρίου Τί τὸ ὄνομά σοι ; ὅτι ἔλθοι τὸ ῥῆμά σου, καὶ δοξάσομέν σε. καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Κυρίου Εἰς τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου ; καὶ αὐτό ἐστιν θαυμαστόν. καὶ ἔλαβεν Μανῶε τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ κυρίῳ, καὶ διεχώρισεν ποιῆσαι· καὶ Μανῶε καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες. καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάν. ω τοῦ θυσιαστηρίου ἕως τοῦ οὐρανοῦ, καὶ ἀνέβη ὁ ἄγγελος κυρίου ἐν τῇ φλογὶ τοῦ θυσιαστηρίου· καὶ Μανῶε καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες, καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν. καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος κυρίου ὀφθῆναι πρὸς Μανῶε καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανῶε ὅτι ἄγγελος κυρίου οὗτος. καὶ εἶπεν Μανωε πρὸς τὴν γυναῖκα αὐτοῦ Θανάτῳ ἀποθανούμεθα, ὅτι θεὸν εἴδομεν. καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ Εἰ ἤθελεν ὁ κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἀν’ ἔλαβεν ἐκ χειρὸς ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν, καὶ οὐκ ἂν ἔδειξεν ἡμῖν ταῦτα πάντα· καὶ καθὼς καιρός, οὐκ ἂν ἠκούτισεν ἡμᾶς ταῦτα. Καὶ ἔτεκεν ἡ γυνὴ υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμψών· καὶ ἡδρύνθη τὸ παιδάριον, καὶ εὐλόγησεν αὐτὸ κύριος.