Ancient Greek · ~7 min
14.1 to 14.11
Septuaginta, Κριταί (Cod. Alexandrinus) 14.1-11
Not analysed yet
XIVεἰς Θαμνάθα, καὶ εἶδεν γυναῖκα εἰς Θαμνάθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ αὐτοῦ καὶ εἶπεν Γυναῖκα ἑόρακα ἐν Θαμνάθα ἀπὸ τῶν υλιστείμ, καὶ νῦν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναῖκα. καὶ αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ Μὴ οὐκ εἰσὶν τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή, ὅτι σὺ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων ; καὶ εἶπεν Σαμψὼν πρὸς τὸν πατέρα αὐτοῦ ταύτην λάβε μοι, ὅτι αὕτη εὐθεῖα ἱν ὀφθαλμοῖς μου. καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν, ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ν. καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν καὶ κατέβη Σαμψὼν καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμνάθα· καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος Θαμνάθα, καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ. καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ συνέτριψεν αὐτὸν ὡσεὶ συντρίψει ἔριφον· καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ. καὶ οὐκ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ ὂ ἐποίησεν. καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί, καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς Σαμψών. καὶ ὑπέστρεψεν μεθ’ ἡμέρας λαβεῖν αὐτήν· καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος, καὶ ἰδοὺ συναγωγὴ μελισσῶν ἐν τῷ στόματι τού λέοντος καὶ μέλι. καὶ ἐξεῖλεν αὐτὸ εἰς χεῖρας, καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων· καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς καὶ ἔφαγον, καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἀπὸ τοῦ στόματος τοῦ λέοντος ἐξεῖλεν τὸ μέλι. καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα· καὶ ἐποίησεν ἐκεῖ πότον ζ' ἡμέρας, ὅτι οὕτως ποιοῦσιν οἱ νεανίσκοι. καὶ ὅτε εἶδον αὐτόν, καὶ ἔλαβον τριάκοντα κλητούς, καὶ ἦσαν μετ’ αὐτοῦ. καὶ εἶπεν αὐτοῖς Σαμψών Πρόβλημα ὑμῖν προβάλλομαι·