Ancient Greek · ~7 min
14.12 to 14.20
Septuaginta, Κριταί (Cod. Alexandrinus) 14.12-20
Not analysed yet
ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου καὶ εὕρητε, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων· καὶ ἐὰν μὴ δύνησθε ἀπαγγεῖλαί μοι, δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσόμενος στολὰς ἱματίων. καὶ εἶπαν αὐτῷ Προβαλοῦ τὸ πρόβλημα καὶ ἀκουσόμεθα αὐτό. καὶ εἶπεν αὐτοῖς Τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυροῦ γλυκύ ; καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας. καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψών Ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μή ποτε κατακαύσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἢ ἐκβιάσαι ἡμᾶς κεκλήκατε ; καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψὼν πρὸς αὐτὸν καὶ εἶπεν Πλὴν μεμίσηκάς με κοὶ οὐκ ἠγάπησάς με, ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου οὐκ ἀπήγγειλάς μοι. καὶ εἶπεν αὐτῇ Σαμψών Εἰ τῷ πατρί μου κα τῇ μητρί μου οὐκ ἀπήγγελκα, σοὶ ἀπαγγείλν ; καὶ ἔκλαυσεν πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας ἃς ἦν αὐτοῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρενώχλησεν αὐτῷ· κα ἀπήγγειλεν τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς. καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῆ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον Τί γλυκύτερον μέλιτος, καὶ εἶπεν αὐτὸς λέοντος ; οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου. Εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου, οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου. καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ κατέβη εἰς Ἀσκάλωνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰ ἱμάτια αὐτῶν, καὶ ἔδωκεν τὰς στολὰς τοῖς ἀπαγγείλασιν τὸ πρόβλημα· καὶ ὠργίσθη θυμῷ Σαμψών, καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγένετο ἡ γυνὴ Σαμψὼν ἑνὶ τῶν φλῶν αὐτοῦ ὦν Καὶ ἐγένετο μεθ’ ἡμέρας ἐν ἡμέραις θερισμοῦ XV