Ancient Greek · ~7 min
15.1 to 15.12
Septuaginta, Κριταί (Cod. Alexandrinus) 15.1-12
Not analysed yet
XVκαὶ ἐπεσκέψατο Σαμψὼν τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν, καὶ εἶπεν Εἰσελεύομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸ ταμεῖον· καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν. καὶ εἶπεν ὁ πατὴρ αὐτῆς Λέγων εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν, καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου· μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα αὐτῆς ἀγαθωτέρα ὑπὲρ αὐτήν ; ἴστω δή σοι ἀντὶ αὔης. καὶ εἶπεν αὐτοῖς Σαμψών Ἠθῴωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων, ὅτι ποιῶ ἐγὼ μετ’ αὐτῶν πονηρίαν. καὶ ἐπορεύθη Σαμὼν καὶ συνέλαβεν τριακοσίας ἀλώπηκας, καὶ ἔλαβεν λαμπάδας, καὶ ἐπέστρεψεν πρὸς κέρκον, καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο καὶ ἔδησεν. καὶ ἐξέκαυσεν πῦρ ἐν ταῖς λαμπάσιν, καὶ ἑ ἐν τοῖς στάχυσιν τῶν ἀλλοφύλων· καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν, καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας. καὶ εἶπαν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταῦτα; καὶ εἶπαν Σαμψὼν ὁ νυμφίος τοῦ Θαμνεί, ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί. καὶ εἶπεν αὐτοῖς ποιήσητε οὕτως ταύτην, ὅτι εἰ μὴν ἐκδικήσω ἐν ὑμῖν, καὶ ἔσχατον κοπάσω. καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρόν, πληγὴν μεγάλην· καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλτᾷ τῆς πέτρας Ἠτάμ. Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν Ἰούδᾳ, καὶ ἐξερίφησαν ἐν Λεύει. καὶ εἶπαν ἀνὴρ Ἰούδα Εἰς τί ἀνέβητε ἐφ’ ἡμὰς; καὶ εἶπον οἱ ἀλλόφυλοι Δῆσαι τὸν Σαμψὼν ἀνέβημεν, καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν. καὶ κατέβησαν τρισχίλιοι ἄνδρες ἀπὸ Ἰούδα εἰς τρυμαλιὰν πέτρας Ἠτάμ, καὶ εἶπαν τῷ Οὐκ οἶδας ὅτι κυριεύσουσιν οἱ ἀλλόφυλοι ἡμῶν, καὶ τί τοῦτο ἡμῖν; καὶ εἶπεν αὐτοῖς Σαμψών ὃν τρόπον ἐποίησάν μοι, οὕτως ἐποίησα αὐτοῖς. καὶ εἶπαν αὐτῷ Δῆσαί σε κατέβημεν, τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψών Ὀμόσατέ μοι μή ποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς.