Ancient Greek · ~7 min
16.1 to 16.11
Septuaginta, Κριταί (Cod. Alexandrinus) 16.1-11
Not analysed yet
XVIἐπορεύθη Σαμψὼν εἰς Γάζαν, καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ πρὸς αὐτήν. καὶ ἀνηγγέλη τοῖς Γαζαίοις λέγοντες Ἥκει ὧδε. καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ’ αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως, καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες Ἕως διαφαύσῃ ὁ ὄρθρος, καὶ φονεύσωμεν αὐτόν. καὶ ἐκοιμήθη Σαμψὼν ἕως μεσονυκτίου· καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτός, καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς, καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπ’ ὤμων αὐτοῦ, καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου Χεβρών, καὶ ἔθηκεν αὐτὰ ἐκεῖ. Καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησεν γυναῖκα ἐν Ἁλσωρήχ, καὶ ὄνομα αὐτῇ Δαλειδά. καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν αλλοφύλων καὶ εἶπαν αὐτῇ Ἀπάτησον αὐτόν, καὶ ἴδε ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν· καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου. καὶ εἶπεν Δαλειδὰ πρὸς Σαμψών Απάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη, καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε. καὶ εἶπεν πρὸς αὐτὴν Σαμψών Ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευρέαις ὑγραῖς μὴ διεφθαρμέναις, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων. καὶ ἀνήνεγκαν αὐτῇ οἱ ἄρχοντες τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας, καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς· καὶ τὸ ἔνεδρον ἐκάθητο ἐν τῷ ταμείῳ, καὶ εἶπεν αὐτῷ Ἀλλόφυλοι ἐπὶ σέ, καὶ διέσπασεν τὰς νευρέας ὡς εἴ τις ἀποσπάσοι στρέμμα στιππύου ἐν τῷ ἀσφρανθῆναι αὐτὸ πυρός, καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ. καὶ εἶπεν Δαλειδὰ πρὸς Σαμψών ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς μὲ ψευδῆ· νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ. καὶ εἶπεν πρὸς αὐτήν ’ν δεσμεύοντες δήσωσίν με ἐν καλωδίοις καινοῖς οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.