Ancient Greek · ~7 min
16.12 to 16.19
Septuaginta, Κριταί (Cod. Alexandrinus) 16.12-19
Not analysed yet
καὶ ἔλαβεν Δαλειδὰ καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς, καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμείου, καὶ εἶπεν Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ διέσπαοεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡς σπαρτίον. καὶ εἶπεν Δαλειδὰ πρὸς Σαμψών Ιδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς ἐμὲ ψευδῆ· ἀπάγγειλον δή μοι ἐν τίνι δεθήσῃ. καὶ εἶπεν πρὸς αὐτήν Ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐνκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής. καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν καὶ ἔλαβεν Δαλειδὰ τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ὕφανεν ἐν τῷ δοάσματι καὶ ἔπηξεν τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ εἶπεν Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ, κοὶ ἐξῆρεν τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου. καὶ εἶπεν Δαλειδὰ πρὸς Σαμψών· Πῶς λέγεις Ἠγάπηκά σε, καὶ οὐκ ἔστιν ἡ καρδία σου μετ’ ἐμοῦ ; τοῦτο τρίτον ἐς με, καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη. καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ χώρησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν. κοὶ ἀνήγγειλεν οὐτῇ τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου, ὅτι ἅγιος θεοῦ ἐγώ εἰμι ἀπὸ μητρός μου· ἐν οὖν ξυρήσωμαι ἀποστήσεται ἀπ’ ἐμοῦ ἡ μου, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι. καὶ εἶδεν Δαλειδὰ ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ τοὺς ἄρχοντας τῶν ἀλλοφύλων λέγουσα Ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο, ὅτι ἀπήγγειλέν μοι τὴν πᾶσαν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων ,καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν. καὶ ἐκοίμισεν Δαλειδὰ τὸν Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς, καὶ ἐκάλεσεν ἄνδρα καὶ ἐξύρησεν τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινῶσαι αὐτόν, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ’ αὐτοῦ.