Ancient Greek · ~7 min
16.20 to 16.29
Septuaginta, Κριταί (Cod. Alexandrinus) 16.20-29
Not analysed yet
καὶ εἶπεν Δαλειδά Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών. καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ Ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ, καὶ ἐκτιναχθήσομαι· καὶ οὐκ ἔγνω ὅτι ἀπέστη ὁ κύριος ἀπάνωθεν αὐτοῦ. καὶ ἐκράτησαν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ αὐτὸν εἰς Γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλ καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου. κοὶ ἤρξατο κεφαλῆς αὐτοῦ βλαστάνειν, καθὼς ἐξυρήσατο. Καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θῦσαι μέγα τῷ Δαγὼν θεῷ αὐτῶν καὶ εὐφρανθῆναι, καὶ εἶπαν ὁ θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψὼν τὸν ἐχθρὸν ἡμῶν. καὶ εἶδαν αὐτὸν ὁ λαός, καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν ὅτι Παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν, τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν καὶ ὃς ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν. καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν, καὶ εἶπαν καλέσατε τὸν Σαμψὼν ἐξ οἴκου φυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν. καὶ ἐκάλεσαν τὸν Σαμψὼν ἀπὸ οἴκου δεσμωτηρίου, καὶ ἔπαιζεν ἐνώπιον αὐτῶν· καὶ ἐράπιζον αὐτόν, καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν κιόνων. καὶ εἶπεν Σαμψὼν πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ Ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας ἐφ’ οἷς ὁ οἶκος στήκει ἐπ’ αὐτούς, καὶ ἐπιστηριχθήσομαι ἐπ’ αὐτούς. καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἐπὶ τὸ δῶμα ὡς ἑπτακόσιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παιγνίαις Σαμψών. καὶ ἔκλαυσεν Σαμψὼν πρὸς Τύριον καὶ εἶπεν Ἀδωναῖε κύριε, μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο, θεέ· καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις. καὶ περιέλαβεν τοὺς δύο κίονας τοῦ οἴκου ἐφ’ οὓς ὁ οἶκος ἱστήκει, καὶ ἐπεστηρίχθη ἐπ’ αὐτούς, καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῆ ἀριστερᾷ αὐτοῦ.