Ancient Greek
20.1 to 20.14
Septuaginta, Κριταί (Cod. Alexandrinus) 20.1-14
Not analysed yet
XXκαὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε καὶ γῆ τοῦ Γαλαὰδ πρὸς κύριον εἰς Μασσηφά. καὶ ἐστάθησαν κατὰ πρόσωπον Κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ ᾿Ισραὴλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν, ἕλκοντες ῥομφαίαν. καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμεὶν ὅτι ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς Μασσηφά· καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ λαλήσατε ποῦ ἐγένετο ἡ πονηρία αὕτη ; καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευείτης, ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης, καὶ εἶπεν Εἰς Γαβαὰ τῆς Βενιαμεὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι· καὶ ἀνέστησαν ἐπ’ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαὰ καὶ ἐκύκλωσαν ἐπ’ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός· ἐμέ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου καὶ ἀπέθανεν. καὶ ἐκράτησα τὴν παλλακήν μου κ καὶ ἀπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν ᾿Ισραήλ, ὅτι ζέμα καὶ ἀπόπτωμα ἐν ᾿Ισραήλ. ἰδοὺ πάντες ὑμεῖς υἱοὶ ᾿Ισραήλ δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ. καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς λέγοντες Οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ, καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς οἶκον αὐτοῦ. καὶ νῦν τοῦτο τὸ ῥῆμα ὃ ποιηθήσεται τῇ Γαηαά· ἀναβησόμεθα ἐπ’ αὐτήν ἐν κλήρῳ· πλὴν λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς ’ἑκατὸν τοῖς χιλίοις, καὶ χιλίους τοῖς μυρίοις, λαβεῖν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γασβαὰ Βενιαμείν, ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα ὃ ἐποίησεν ἐν ᾿Ισραήλ. καὶ συνήχθη πᾶς ἀνήρ ᾿Ισραήλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς. Καὶ ἀπέστειλαν αἱ φυλαὶ ᾿Ισραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμεὶν λέγοντες τίς ἡ ἴ’ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν; καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαά, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ ᾿Ισραήλ. καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν ᾿Ισραήλ. καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμεὶν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς ᾿Ισραήλ.