Ancient Greek · ~7 min
20.15 to 20.27
Septuaginta, Κριταί (Cod. Alexandrinus) 20.15-27
Not analysed yet
καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμεὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες, ἀνὴρ ἕλκων ῥομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαά, οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες, ἐκλεκτοὶ ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα καὶ οὐκ ἐξαμαρτάνοντες. καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμεὶν τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως. καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθήλ, καὶ ἠρώτησαν ἐν τῶ θεῶ, καὶ εἶπαν οἱ υἱοὶ Ἰσραήλ Τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῆ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμείν; καὶ εἶπεν Κύριος Ἰούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος. καὶ ἀνέστησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πρωὶ καὶ παρενέβαλον ἐπὶ Γαβαά. καὶ ἐξῆλθον πᾶς ἀνὴρ Ἰσραὴλ εἰς παράταξιν πρὸς Βενιαμεὶν καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαά· καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμεὶν ἀπὸ τῆς Γαβαά, καὶ διέφθειραν ἐν ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν. καὶ ἐνίσχυσαν ἀνὴρ ᾿Ισραήλ, καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ· καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισαρὴλ καὶ ἔκλαυσαν ἐνώπιον Κυρίου ἕως ἐσπέρας. καὶ ἠρώτησαν ἐν κυρίῳ λέγοντες Εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμεὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπεν Κύριός Ἀνάβητε πρὸς αὐτούς. Καὶ προσῆλθον οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμεὶν ἐν τῇ ἡμέρᾳ τῇ β΄. καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμεὶν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς Γαβαὰ ἐν τῇ ἡμέρᾳ τῇ β΄, καὶ διέφθειραν ἀπὸ υἱῶν ᾿Ισραὴλ ἔτι η΄ καὶ ι΄ χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν. καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ ᾿Ισραὴλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθήλ. καὶ ἔκλαυσαν καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου, καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου· ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ θεοῦ,