Ancient Greek · ~6 min
20.39 to 20.48
Septuaginta, Κριταί (Cod. Alexandrinus) 20.39-48
Not analysed yet
καὶ εἶδον οἱ υἱοὶ Ἰσραὴλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαά, καὶ ἔστησαν ἐν τῇ παρατάξει· καὶ Βενιαμεὶν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν ᾿Ισραὴλ ὡς τριάκοντα ἄνδρας, ὅτι εἶπαν Πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν, ὡς ἡ παράταξις ἡ πρώτη. καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στῦλος καπνοῦ· καὶ ἐπέβλεψεν Βενιαμεὶν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ. καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπέστρεψεν· καὶ ἔσπευσαν ἄνδρες Βενιαμείν, ὅτι εἶδον ὅτι συνήντησεν ἐπ’ αὐτοὺς ἡ πονηρία. καὶ καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν ᾿Ισραὴλ εἰς ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον· καὶ ἢ παράταξις ἴν ἐπ’ αὐτούς, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν. καὶ κόπτον τὸν Βενιαμείν, καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουὰ κατὰ αὐτοῦ ἕως ἀπέναντι Γαβαὰ πρὸς ἀνατολὰς ἡλίου. καὶ ἔπεσαν ἀπὸ Βενιαμεὶν δέκα ὀκτὼ χιλιάδες ἀνδρῶν, οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως. καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ ῾Ρεμμών, καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ Ἰσραὴλ πεντακισχιλίους ἄνδρας· καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ Ἰσραὴλ ἕως Γεδάν, καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας. καὶ ἐγένοντο πάντες οἱ πίπτοντες ἀπὸ Bενιομεὶν εἴκοσι πέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως. καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ ῾Ρεμμὼν ἑξακόσιοι ἄνδρες, καὶ ἐκάθισαν ἐν πέτρᾳ ῾Ρεμμὼν τέσσαρες μῆνας. καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμείν, καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Mεθλὰ καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας XXI