Ancient Greek · ~7 min
21.1 to 21.13
Septuaginta, Κριταί (Cod. Alexandrinus) 21.1-13
Not analysed yet
XXIλέγοντες Ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμεὶν εἰς γυναῖκα. καὶ ἦλθεν ὁ λαὸς εἰς Bαιθήλ, καὶ ἐκάθισαν ἐκεῖ ἕως ἐσπέρας ἐνώπιον τοῦ θεοῦ· καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν, καὶ εἶπαν Εἰς τί, Κύριε θεὲ Ἰσραήλ, ἐγενήθη αὕτη, τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ἰσραὴλ φυλὴν μίαν; καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαός, καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας. καὶ εἶπον οἱ υἱοὶ Ἰσραήλ τὶς οὐκ ἀνέβη ἐν τῆ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ πρὸς Κύριον ; ὅτι ὁ ὅ· μέγας ἢν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς Μασσηφά, λέγοντες Θανάτῳ θανατωθήσεται. καὶ παρεκλήθησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Βενιαμεὶν ἀδελφὸν αὐτῶν, καὶ εἶπαν ᾿Εξεκόπη σήμερον φυλὴ μία ἀπὸ ᾿Ισραήλ· τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας ; καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας· καὶ εἶπαν τίς εἷς ἀπὸ φυλῶν ᾿Ισραὴλ ὃς οὐκ ἀνέβη πρὸς Κῦρον εἰς Μασσηφά; κοὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ ᾿Ιαβεὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν. καὶ ἐπεσκέπη ὁ λαός, καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων ἰαβεὶς Γαλαάδ. καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως, καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες Πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας ἰαβεὶς Γαλαὰδ ἐν στόματι ῥομφαίας. καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως· καὶ εὗρον ἀπὸ οἰκούντων ἰαβεὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼν τὴν ἐν γῇ Χανάαν. Καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμεὶν ἐν τῆ πέτρα ῾Ρεμμών, καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην.