Ancient Greek · ~7 min
5.1 to 5.17
Septuaginta, Κριταί (Cod. Alexandrinus) 5.1-17
Not analysed yet
Vἦσαν Δεββωρὰ καὶ Βαρὰκ υἱὸς Ἀβεινέεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες Ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ἰσραήλ· ἐν τῷ ἀκουσιασθῆναι λαὸν εὐλογεῖτε Κύριον. ἀκούσατε βασιλεῖς, καὶ ἐνωτίσασθε σατράπαι· ἐγώ εἰμι τῷ κυρίῳ, ἐγώ εἰμι ᾄσομαι, ψαλῶ τῷ κυρίῳ τῷ θεῷ Ἰσραήλ. Κύριε, ἑν τῇ ἐξόδῳ σου ἐν Σηείρ, ἑν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Ἐδώμ, γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ. ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου Ἐλωεί, τοῦτο Σεινὰ ἀπὸ προσώπου κυρίου θεοῦ Ἰσραήλ. ἐν ἡμέραις σαμεγὰρ υἱοῦ Ἀνάθ, ἐν ἡμέραις Ἰαήλ, ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας. ἐξέλιπον δυνατοὶ ἐν Ἰσραήλ, ἐξέλιπον, ἕως οὗ ἀναστῇ Δεββωρά, ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ἰσραήλ. έξελέξαντο θεοὺς καινούς, ὅτε ἐπολέμησαν πόλεις ἀρχόντων· θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσεράκοντα χιλιάσιν ἐν Ἰσραήλ. ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ἰσραήλ· οἱ ἑκουσιαζόμενοι ἐν λαῷ, εὐλογεῖτε Κύριον. ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας, καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ᾿ ὁδῷ· διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων, ἀνὰ μέσον ὑδρευομένων· ἐκεῖ δώσουσιν δικαιοσύνας. Κύριε, δικαιοσύνας αὔξησον ἐν Ἰσραήλ· τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου. ἐξεγείρου ἐξεγείρου, Δεββωρά, ἐξεγείρου ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα, Βαράκ, καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου, υἱὸς Ἀβεινένμ. τότε κατέβη κατάλημμα τοῖς ἰσχυροῖς· λαὸς κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς ἐξ ἑμοῦ. Ἐφράιμ ἐξερίζωσεν αὐτοὺς ἐν τῷ Ἀμαλήκ· ὀπίσω σου, Βενιαμείν, ἐν τοῖς λαοῖς σου· ἐν ἐμοὶ Μαχεὶρ κατέβησαν ἐξερευνῶντες, καὶ ἀπὸ Ζαβουλὼν ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως. καὶ ἀρχηγοὶ ἐν Ἰσσαχὰρ μετὰ Δεββώρας καὶ Βαράκ. οὕτως Βαρὰκ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ· εἰς τὰς μερίδας Ῥουβὴν μεγάλοι ἐξικνούμενοι καρδίαν. εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων; εἰς διαιρέσεις Ῥουβὴν μεγάλοι ἐξετασμοὶ καρδίας. Γαλαὰδ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐσκήνωσεν· καὶ Δὰν εἰς τί παροικεῖ πλοίοις ; Ἀσὴρ ἐκάθισεν παραλίαν θαλασσῶν, καὶ ἐπὶ διεξοδοις αὐτοῦ σκηνώσει.