Ancient Greek · ~6 min
Chapter 5, lines 5.18-5.31
Septuaginta, Κριταί (Cod. Alexandrinus) 5.18-31
Not analysed yet
Ζαβουλὼν λαὸς ὠνείδισεν ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον,
καὶ νεφθαλεὶ ἐπὶ ὕψη ἀγροῦ.
ἦλθον αὐτῶν βασιλεῖς, παρετάξαντο·
τότε ἐπολέμησαν βασιλεῖς Χανάαν,
ἐν Θαναὰχ ἐπὶ ὕδατι Μεγεδδώ·
δῶρον ἀργυρίου οὐκ ἔλαβον.
ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες,
ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σεισαρά.
χειμάρρους Κεισὼν ἐξέσυρεν αὐτούς,
χειμάρρους ἀρχαίων, χειμάρρους Κεισών·
καταπατήσει αὐτὸν ψυχή μου δυνατή.
τότε ἐνεποδίσθησαν πτέρναι ἵππου,
σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ.
Καταρᾶσθε Μηρώζ, εἶπεν ἄγγελος κυρίου, καταρᾶσθε·
ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν·
ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν Κύρου,
εἰς βοήθειαν ἐν δυνατοῖς.
εὐλογηθείη ἐν γυναιξὶν Ἰαήλ,
γυνὴ Χάβερ τοῦ Κειναίου·
ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη.
ὕδωρ ᾔτησεν, γάλα ἔδωκεν, ἐν λεκάνῃ
ὑπερεχόντων προσήνεγκεν βούτυρον.
χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν
καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων,
καὶ ἐσφυροκόπησεν Σεισαρά,
διήλωσεν κεφαλὴν αὐτοῦ καὶ ἐπάταξεν,
διήλωσεν κρόταφον αὐτοῦ.
ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη,
ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς·
κατακλιθεὶς ἔπεσεν·
καθὼς κατεκλίθη, ἐκεῖ ἔπεσεν ἐξοδευθείς.
διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ Σεισαρὰ ἐκτὸς τοῦ τοξικοῦ
Διότι ᾐσχύνθη ἅρμα αὐτοῦ;
διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ;
αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν,
καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ·
Οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα;
οἰκτείρμων οἰκτειρήσει εἰς κεφαλὴν ἀνδρός·
σκῦλα βαμμάτων τῷ Σεισαρά,
σκῦλα βαμμάτων ποικιλίας,
βάμματα ποικιλτῶν αὐτά, τῷ τραχήλῳ αὐτοῦ σκῦλα.
οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, Κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσεράκοντα ἔτη.