Ancient Greek
6.13 to 6.22
Septuaginta, Κριταί (Cod. Alexandrinus) 6.13-22
Not analysed yet
καὶ εἶπεν πρὸς αὐτὸν Γεδεών Ἐν ἐμοί, κύριέ μου, καὶ εἰ ἔστιν Κύριος μεθ’ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες Μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἐξέρριψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιάμ. καὶ ἐπέστρεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἶπεν Πορεύου ἐν ἰσχύι σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ· ἰδοὺ ἐξαπέστειλά σε. καὶ εἶπεν πρὸς αὐτὸν Γεδεών Ἐν ἐμοί, κύριέ μου, ἐν τίνι σώσω τὸν Ἰ ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασσή, καὶ ἐγώ εἰμι ὁ ἐν οἴκῳ πατρός μου. καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος Τυρίου κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα. καὶ εἶπεν πρὸς αὐτὸν Γεδεών Εἰ δὲ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ τι ἐλάλησας μετ’ ἐμοῦ, μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ· καὶ ἐξοίσω τὴν θυσίαν καὶ θήσω ἐνώπιόν σου. καὶ εἶπεν Ἐγώ εἰμι καθίσομαι ἕως τοῦ ἐπιστρέψαι σε. καὶ Γεδεὼν εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οἰφὶ ἀλεύρου, ἄζυμα, καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ, καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ, καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον· καὶ προσήηισεν. καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ θεοῦ λάβε τὰ κρέα καὶ τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην, καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε. καὶ ἐποίησεν οὕτως. καὶ ἐξέτεινεν ὁ ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων, καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος κυρίου ἐπορεύθη ἀπὸ ὀφθαλμῶν αὐτοῦ. καὶ εἶδεν Γεδεὼν ὅτι ἄγγελος κυρίου οὗτός ἐστιν· καὶ εἶπεν Γεδεών Ἆ ἆ, κύριέ μου κύριε, ὅτι εἶδον ἄηελον κυρίου πρόσωπον πρόσωπον.