Ancient Greek · ~7 min
6.1 to 6.12
Septuaginta, Κριταί (Cod. Alexandrinus) 6.1-12
Not analysed yet
Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιὰμ ἑπτὰ ἔτη. καὶ ἴσχυσεν χεὶρ Μαδιὰμ ἐπὶ Ἰσραήλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Μαδιὰμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά. καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ἰσραήλ, Μαδιὰμ καὶ Ἀμαλήκ, καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς· καὶ παρενέβαλον εἰς αὐτούς, καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἴνως ἐλθεῖν εἰς Γάζαν, καὶ οὐ κατέλιπον ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ἰσραὴλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον. ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον, καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο, καθὼς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ τοῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός· καὶ εἰς τὴν γῆν Ἰσραὴλ καὶ διέφθειρον αὐτήν, καὶ ἐπτώχευσεν ὴλ σφόδρα ἀπὸ προσώπου Μαδιάμ. Καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον ἀπὸ προσώπου Μαδιάμ. καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ Ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλίας ὑμῶν, καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς, καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν· καὶ εἶπα ὑμῖν Ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Ἀμορραίου, ἐν οἷς ὑμεῖς καθήσεσθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου. Καὶ ἦλθεν ἄγγελος Κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Ἐφραθὰ ἐν τῇ Ἰωὰς πατρὸς τοῦ ’Eσδρεί· καὶ Γεδεὼν υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιάμ. καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ εἶπεν πρὸς αὐτόν Κύριος μετὰ σοῦ, ἰσχυρὸς τῶν δυνάμεων.