Ancient Greek · ~4 min
6.33 to 6.40
Septuaginta, Κριταί (Cod. Alexandrinus) 6.33-40
Not analysed yet
Καὶ πᾶσα Μαδιὰμ καὶ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτό, καὶ παρενέβαον ἐν κοιλάδι Ἐζερεἑλ. καὶ πνεῦμα κυρίου ἐνεδυνάμωσεν τὸν Γεδεών, καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ ἐφοβήθη Ἀβιέζερ ὀπίσω αὐτοῦ. καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα Μανασσὴ καὶ ἐν ’καὶ ἐν Σαβουλὼν καὶ Νεφθαλεί, καὶ ἀνέβη εἰς συνάντησιν καὶ εἶπεν Γεδεὼν πρὸς τὸν θεόν Εἰ σὺ σώζεις ἐν χειρί μου τὸν Ἰσραὴλ καθὼς ἐλάλησας, ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι· ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ἰσραὴλ καθὼς ἐλάλησας. καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισεν τῇ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον, καὶ ἔσταξεν δρόσος ἀπὸ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος. καὶ εἶπεν Γεδεὼν πρὸς τὸν θεόν Μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· πειράσω δὲ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος. καὶ ἐποίησεν οὕτως ὁ θεὸς ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον VII