Ancient Greek · ~7 min
7.1 to 7.9
Septuaginta, Κριταί (Cod. Alexandrinus) 7.1-9
Not analysed yet
VIIἸαρβάλ, αὐτός ἐστιν Γεδεών, καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ, καὶ παρενέβαλον ἐπὶ πηγὴν Ἀράδ· καὶ παρεμβολὴ Μαδιὰμ ἦν αὐτῶ ἀπὸ βορρᾶ ἀπὸ Γαβααθαμωρὰ ἐν κοιλάδι. καὶ εἶπεν κύριος πρὸς Γεδεών Πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν χειρὶ αὐτῶν, μή ποτε καυχήσηται Ἰσραὴλ ἐπ’ ἐμὲ λέγων Ἡ ἔσωσεν με. καὶ νῦν λάλησον δὴ ἐν ὠσὶν τοῦ λαοῦ λέγων τίς ὁ φοβούμενος καὶ δειλός; ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλαάδα. καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι κα δύο χιλιάδες, κα χιλιάδες ὑπελείφθησαν. καὶ εἶπεν κύριος πρὸς Γεδεών Ἔτι ὁ λαὸς πολύς. κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ, καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ· καὶ ἱστᾶι ὃν ἐὰν ὀπῶ πρὸς σέ οὗτος πορεύσεται σὺν σοι, αὐτὸς πορεύσεται σὺν σοί· καὶ πᾶς ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος οὐ πορεύεσται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ. καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ. καὶ εἶπεν κύριος πρὸς Γεδεών Πᾶς ὃς ἄη λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν· καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες, καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ. καὶ εἶπεν κύριος πρὸς Γεδεών Ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ δώσω τὴν Μαδιὰμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ. καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν· καὶ τὸν πάντα ἄνδρα Ἰσραὴλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ, καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν. καὶ ἡ ἡ Μαδιὰμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι. Καὶ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος Ἀνάστας κατάβηθι ἐν τῇ παρεμβολῇ, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου.