Ancient Greek · ~7 min
7.10 to 7.19
Septuaginta, Κριταί (Cod. Alexandrinus) 7.10-19
Not analysed yet
καὶ εἰ φοβῇ σὺ καταβῆναι, κατάβηθι σὺ κα Φάρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολήν, καὶ ἀκούση τί λαλήσουσιν· καὶ μετὰ τοῦτο κατέβη αὐτὸς καὶ Φάρα τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντή- κοντα οἳ ἦσαν ἐν τῇ παρεμβολῇ. καὶ Μαδιὰμ καὶ Ἀμαλὴκ καὶ πάντες υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος, καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, ἀλλὰ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος. καὶ ἦλθεν Γεδεών, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον, καὶ εἶπεν Ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῆ παρεμβολῇ Μαδιάμ, καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν, καὶ ἔπεσεν, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή. καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν Οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεὼν υἱοῦ Ἰωὰς ἀνδρὸς Ἰσραήλ· παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιὰμ καὶ πᾶσαν τὴν παρεμβολήν. καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεὼν τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύνκρισιν αὐτοῦ, καὶ προσεκύνησεν κυρίῳ, καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ καὶ εἶπεν Ἀνάστητε, ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιάμ. καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχάς, καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρείας κενὰς καὶ λαμπάδας ἐν ταῖς ὑδρείαις, καὶ εἶπεν πρὸς αὐτούς Ἀπ’ ἐμοῦ καὶ οὕτως ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς βολῆς, καὶ ἱστᾶι καθὼς ἂν ποιήσω οὕτως ποιήσετε· καὶ σαλπιῶ ἐν τῇ κερατίνη ἐγώ, καὶ πάντες μετ’ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς, καὶ ἐρεῖτε τῷ κυρίῳ καὶ τῶ Γεδεών. Καὶ εἰσῆλθεν Γεδεὼν καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ’ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης· καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας, καὶ ἐσάλπισαν ἐν ταῖς κερατίνοις, καὶ ἐξετίναξαν τὰς ὑδρείας τὰς ἐν ταῖς χερσὶν αὐτῶν.