Ancient Greek · ~7 min
8.1 to 8.12
Septuaginta, Κριταί (Cod. Alexandrinus) 8.1-12
Not analysed yet
VIIIεἶπαν πρὸς Γεδεὼν όνὴρ Ἐφρόιμ Τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐπορεύθης παρατάξασθαι· ἐν Μαδιάμ; καὶ πρὸς αὐτὸν ἰσχυρῶς. καὶ εἶπεν πρὸς αὐτούς Τί ἐποίησα νῦν καθῶς ὑμεῖς; ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς Ἐφράιμ ἢ τρύγητός Ἀβιέζερ; ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιάμ, καὶ τὸν Ζήβ· καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς; τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ’ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον. Καὶ ἦλθεν Γεδεὼν ἐπὶ τὸν Ἰορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ’ αὐτοῦ πεινῶντες κα διώκοντες. καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχώθ Δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσίν μου, ὅτι ἐκλείπουσιν· καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζέβεε καὶ Σελμανὰ βασιλέων Μαδιάμ. καὶ εἶπον οἱ ἄρχοντες Σοκχώθ Μὴ χεὶρ Ζέβεε καὶ Σελμανὰ νῦν ἐν χειρί σου; οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους. καὶ εἶπεν Γεδεών Διὰ τοῦτο ἐν τῷ δοῦναι κύριον τὸν Σέβεε καὶ Σελμανὰ ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς ἁβαρκηνείν. καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουήλ, καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὡσαύτως· καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχώθ. καὶ εἶπεν Γεδεὼν πρὸς ἄνδρας Φανουήλ Ἐν ἐπιστροφῇ μου μετ’ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω. Καὶ Ζέβεε καὶ Σελμανὰ ἐν Καρκάρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ’ αὐτῶν ὡσεὶ δέκα πέντε χιλιάδες, πάντες οἱ καταλελιμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων· καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν. καὶ ἀνέβη Γεδεὼν ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Νάβαι καὶ Ἰεγεβάλ· καὶ ἐπάταξεν τὴν παρεμβολήν, καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα. καὶ ἔφυγον Ζέβεε καὶ Σελμανά· καὶ ἐδίωξεν ὀπίσω αὐτῶν, καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιάμ, τὸν Ζέβεε καὶ τὸν Σελμανά, καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησεν.