Ancient Greek · ~7 min
8.13 to 8.25
Septuaginta, Κριταί (Cod. Alexandrinus) 8.13-25
Not analysed yet
καὶ ἐπέστρεψεν Γεδεὼν υἱὸς Ἰωὰς ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως Ἄρες. καὶ συνέλαβεν παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχώθ, κ αὐτόν· καὶ ἔγραψεν πρὸς αὐτὸν τὰ ὀνόματα τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων αὐτῶν, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας. καὶ παρεγένετο Γεδεὼν πρὸς τοὺς ἄρχοντας Σοκχὼθ καὶ εἶπεν Ἰδοὺ Ζέβεε καὶ Σελμονά, ἐν οἷς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶρ Ζέβεε καὶ Σελμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσιν τοῖς ἐκλιποῦσιν ἄρτους; καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνείμ, καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως. καὶ τὸν πύργον Φανουὴλ κατέστρεψεν, καὶ ἀπέκτεινεν τοὺς ὄνδρος τῆς πόλεως. καὶ εἶπεν πρὸς Ζέβεε καὶ Σελμονά Ποῦ οἱ ἄνδρες οὓς ἀπεκτείνατε ἐν Θαβώρ; καὶ εἶπαν Ὡς σὺ ὣς αὐτοί, εἰς ὁμοίωμα υἱοῦ βασιλέως. καὶ εἶπεν Γεδεών Ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῆ Κύριος, εἰ ἐζοκσονήκειτε αὐτούς, οὐκ ἆν ἀπέκτεινα ὑμᾶς. καὶ εἶπεν Ἰέθερ τῷ πρωτοτόκῳ αὐτοῦ Ἀναστὰς ἀπόκτεινον αὐτούς. καὶ οὐκ ἔσπασεν τὸ παιδάριον τὴν ῥομφαίαν αὐτοῦ. ὅτι ἐφοβήθη, ὅτι ἔτι νεώτερος ἢν. καὶ εἶπεν Ζέβεε κα Σελμανά Ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σοῦ. καὶ ἀνέστη Γεδεὼν καὶ ἀπέκτεινεν τὸν Ζέβεε καὶ τὸν Σαλμανά, καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν καὶ εἶπον ἀνὴρ Ἰσραὴλ πρὸς Γεδεών κύριε, ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου· ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιάμ. καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεών οὐκ ἄρξω ἐγώ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν. κύριος ἄρξει ὑμῶν. καὶ εἶπεν Γεδεὼν πρὸς αὐτούς Αἰτήσομαι παρ’ ὑμῶν αἴτημα, καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ. ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς, ὅτι Ἰσμαηλεῖται ἦσαν. καὶ εἶπαν Διδόντες δώσομεν· καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ.