Ancient Greek · ~7 min
9.1 to 9.13
Septuaginta, Κριταί (Cod. Alexandrinus) 9.1-13
Not analysed yet
Καὶ ἐπορεύθη Ἀβειμέλεχ υἱὸς Ἰεροβάαλ εἰς Συχὲμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ, καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγενίαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων Λαλήσατε δὴ ἐν τοῖς ὠσὶν πόντων τῶν ἀνδρῶν Συχέμ Tt τὸ ἀγαθὸν ὑμῖν, κυρεῦσαι ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς Ἰεροβάαλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα τε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι. καὶ ἐλάησαν μπερὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πόντων τῶν ἀνδρῶν Συχὲμ πάντας τοὺς λόγους τούτους· καὶ ἔκανεν ἡ καρδία αὐτῶν ὀπίσω Ἀβειμέλεχ, ὅτι εἶπαν Ἀδελφὸς ἡμῶν ἐστιν, καὶ ἔδωκαν αὐτῶ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβερίθ· καὶ ἐμισθώσατο ἑαυτῷ Ἀβειμἑλεχ ἄνδρας κενοὺς καὶ δειλούς, κα ἐπορεύθησαν ὀπίσω αὐτοῦ. καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρός αὐτοῦ εἰς Ἐφράθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ἰεροβάαλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωαθὰν υἱὸς Ἰεροβάαλ ὁ νεώτερος, ὅτι ἐκρύβη. Καὶ συνήχθησαν πάντες ἄνδρες Σικίμων καὶ πᾶς οἶκος Βηθμααλών, καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Ἀβειμέλεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικίμοις. καὶ ἀνηγγέλη τῷ Ἰωαθάν· καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαρειζείν, καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ κα ἔκλαυσεν, καὶ εἶπεν αὐτοῖς Ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσεται ὑμῶν ὁ θεός. πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρίσαι ἐφ’ ἑαυτὰ βασιλέα, καὶ εἶπον τῆ ἐλαίᾳ βασίλευσον ἐφ’ ἡμῶν. καὶ εἶπεν αὐτοῖς ἢ ἐλαία Μὴ ἀπολείψασα τὴν πιότητά μου, ἐν ᾗ δοξάσουσι τὸν θεὸν ἄνδρες, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; καὶ εἶπον τὰ ξύλα τῇ συκῇ Δεῦρο βασίλευσον ἐφ’ ἡμῶν. καὶ εἶπεν αὐτοῖς ἡ συκῆ Μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου κα τὰ γενήματά μου τὰ ἀγαθὰ πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλ‘α πρὸς τὴν ἄμπελον Δεῦρο σὺ βασίλευσον ἐφ’ ἡμῶν. καὶ εἶπεν αὐτὸς ἡ ἄμπελος Μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα θεὸν καὶ ἀνθρώπους πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;