Ancient Greek · ~5 min
8.26 to 8.35
Septuaginta, Κριταί (Cod. Alexandrinus) 8.26-35
Not analysed yet
καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἑνωτίων τῶν χρυσῶν ὦν ᾔτησεν χίλιοι καὶ πεντακόσιοι χρυσοῖ, παρὲξ τῶν μηνίσκων καὶ τῶν στραηαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι Μαδιάμ, καὶ ἐκτὸς τῶν περιθεμάτων αἰ ἦν ὲν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν. καὶ ἐποίησεν αὐτὸ Γεδεὼν εἰς ἐφώθ, καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ Ἐφραθά· καὶ ἐξεπόρνευσεν πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον. καὶ συνεστάλη Μαδιὰμ ἐνώπιον Ἰσραήλ, καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύ ἡ γῆ τεσσεράκοντα ἔτη ἐν ἡμέραις Γεδεών. Καὶ Ἰεαροβάαλ υἱὸς Ἰωὰς καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ. καὶ τῷ ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπεπορευμένοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ. καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχέμ· καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἔτηκεν τὸ ὄνομα αὐτοῦ Ἀβειμέλεχ. καὶ ἀπέθανεν Γεδεὼν υἱὸς Ἰωὰς ἐν πόλει αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ τάφῳ Ἰωὰς τοῦ πατρὸς αὐτοῦ ἐν ἐφραθὰ Ἀβιεσδρί. Καὶ ἐγένετο κ ἀπέθανεν Γεδεών, καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἑ ὀπίσω τῶν Βααλείμ, καὶ ἔθηκαν ἑαυτοῖς τῶ Βάαλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν. καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ἰσραὴλ κυρίου τοῦ θεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν. καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ἰεροβάαλ, αὐτός ἐστιν Γεδεών, κατὰ πάντα τὰ ἀγαθὰ ἃ ἐποίησεν μετὰ Ἰσραήλ.