Ancient Greek · ~7 min
9.26 to 9.37
Septuaginta, Κριταί (Cod. Alexandrinus) 9.26-37
Not analysed yet
καὶ ἦλθεν Γάλααδ υἱὸς Ἰώβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν Σικίμοις, καὶ ἤλπισαν ἐν αὐτῷ οἱ ἄνδρες Σικίμων. καὶ ἐξῆλθον εἰς ἀγρὸν κα ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν, καὶ ἐποίησαν ἐλλουλείμ, κα εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ εἶπον καὶ κατηράσαντο τὸν Ἀβειμέλεχ. καὶ εἶπεν Γάαδ υἱὸς Ἰώβηλ Τίς έστιν Αβειμελεχ καὶ τίς ἐστιν υἱὸς Συχὲμ ὅτι δουλεύσομεν αὐτῷ; οὐχ υἱὸς καὶ Ζεβούλ, ἐπίσκοπος αὐτοῦ, δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Ἑμμὼρ πατρὸς Συχέμ; κα τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς; καὶ τίς δώῃ τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω ’τον Ἀβειμέλεχ καὶ ἔρω πρὸς αὐτόν Πηλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε. καὶ ἤκουσεν Ζεβοὺλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γάλααδ υἱοῦ Ἰώβηλ, καὶ ὠργίσθη θυμῷ αὐτός. καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἂβειμέλεχ ἐν κρυφῇ λέγων Ἴδου Γάλααδ υἱὸς Ἰώβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς Συχέμ, καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ. καὶ νῦν ἀναστὰς νυκτὸς νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ, καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ. καὶ ἱστᾶι τὸ πρωὶ ὁμὰ τῷ ἀνατεῖλαι τὸν ἥλιον ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν, καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ’ αὐτοῦ ἐκπορεύονται πρὸς σέ, καὶ ποιήσεις αὐτῷ ὅσα ἀν’ εὕρῃ ἡ χείρ σου· καὶ ἀνέστη Ἀβειμέλεχ καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ νυκτός, καὶ τέτρασιν ἀρχαῖς. καὶ ἐξῆλθεν Γάλααδ υἱὸς Ἰώβηλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη Ἀβειμέλεχ καὶ ὁ λαὸς ὁ μετ’ αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου. καὶ εἶδεν Γάλααδ υἱὸς Ἰώβηλ τὸν λαόν, καὶ εἶπεν πρὸς Ζεβούλ ἰδοὺ λαὸς καταβαίνει ἀπὸ κεφαλῶν τῶν ὀρέων· καὶ εἶπεν πρὸς αὐτὸν Ζεβούλ τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας. καὶ προσέθετο ἔτι Γάλααδ τοῦ λαλῆσαι καὶ εἶπεν Ἴδου λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς, καὶ ἀρχὴ ἑτέρα ἔρχεται διὰ ὁδοῦ Ἠλωνμαωνεμείν.