Ancient Greek · ~7 min
9.38 to 9.49
Septuaginta, Κριταί (Cod. Alexandrinus) 9.38-49
Not analysed yet
καὶ εἶπεν πρὸς αὐτὸν Ζεβούλ Ταὶ ποῦ ἐστιν τὸ στόμα σου ὡς ἐλάλησας τίς ἐστιν Ἀβειμέλεχ ὅτι δουλεύσομεν αὐτῷ; μὴ οὐχὶ οὗτος ὁ λαὸς ὃν ἐξουδένωσας; ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ. καὶ ἐξῆλθεν Γάλααδ ἐνώπιον ἀνδρῶν Συχὲμ καὶ παρέταξατο πρὸς Ἀβειμέλεχ. καὶ ἐδίωξεν αὐτὸν Ἀβειμέλεχ καὶ ἔφυγεν ἀπὸ αὐτοῦ, καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης. καὶ εἰσῆλθεν Ἀβειμέλεχ ἐν Ἀρημά· καὶ ἐξέβαλεν Ζεβοὺλ τὸν Γάλααδ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν Συχέμ. καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς ἀγρὸν καὶ ἀνήγγειλεν τῷ Ἀβειμέλεχ. καὶ ἔλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχάς, καὶ ἐνήδρευσεν ἐν ἀγρῷ καὶ εἶδεν καὶ ἰδοὺ ὁ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως, καὶ ἀνέστη ἐπ’ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς. κοὶ Ἀβειμέλεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ’ αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς. καὶ Ἀβειμέλεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην, καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινεν, καὶ καθεῖλεν τὴν πόλιν καὶ ἔσπειρεν εἰς ἅλας. καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων Συχέμ, καὶ ἦλθον εἰς συνέλευσιν Βαιθηρβερίθ. καὶ ἀνηγγέλη τῷ Ἀβειμέλεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων Συχέμ. καὶ ἀνέβη Ἀβειμέλεχ εἰς ὄρος Ἕρμων, καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ. καὶ ἔλαβεν Αβειμελεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἔκοψεν κλάδον ξύλου καὶ ἦρεν καὶ ἔθηκεν ἐπ’ ὤμων αὐτοῦ, καἰ εἶπεν τῷ λαῷ τῷ μετ’ αὐτοῦ Ὃ εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς ἐγώ. καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω Ἀβειμέλεχ, καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν, καὶ ἐνεπύρισαν ἐπ’ αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί· καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικίμων ὡς χίλιοι ἄνδρες καὶ γυναῖκες.